Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.381
Not analysed yet
ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· «Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου·» ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ' ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός. ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός. ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» ὅπερ ἀκόλουθον οὕτω νοεῖν. Διὰ μὲν γὰρ τοῦ λέγειν, «Δέδωκε,» τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. Διὰ δὲ τοῦ λέγειν, «Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς,» δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη