Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.384
Not analysed yet
τοῦτο καὶ ἐφ' Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ' Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν. ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ' εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. ΑΛΛΟ, εἰς τὸ, «Ἐδόθη μοι πᾶσα ἐξουσία·» καὶ, «Δόξασόν σου τὸν Υἱὸν,» ἢ καὶ καθολικώτερον, περὶ τοῦ δοξάζεσθαι ἢ δέχεσθαί τι τὸν Υἱόν. Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶν, αἰτεῖ παρὰ τοῦ Πατρὸς, ἢ καὶ λαμβάνειν λέγεται, οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως. Ἔστι δὲ πλήρης ὡς Θεός. Ἐπειδὴ γὰρ μόνος καὶ καθ' ἑαυτὸν ὁ ἄνθρωπος, κἄν τι τῶν ἀγαθῶν παρὰ Θεοῦ λάβῃ, τοῦτο ῥᾳδίως ἀπολλύει (ὃ δὴ καὶ πέπονθεν Ἀδὰμ), καὶ γυμνὸς ἐκ παρακοῆς ἐδείχθη τῆς προτεθείσης αὐτῷ χάριτος, ἀναγκαῖον ἦν, ἵνα μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον γενόμενον ἄνθρωπον, αἰτῆσαι παρὰ τοῦ Πατρὸς τὰ ἐξ αὐτοῦ χαρίσματα· ἵνα δι' αὐτοῦ βέβαια τῇ ἡμετέρᾳ φύσει φυλάττηται, ἀτρέπτου καὶ ἀναλλοιώτου τυγχάνοντος. Ἀρχὴν γὰρ ἡ χάρις λαβοῦσα, μένει μὲν ἀσφαλῶς ἐν Χριστῷ, παραπέμπει δὲ αὐτὸς καὶ εἰς ἡμᾶς τὴν ὁμοίωσιν· ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ, καθὸ ἄνθρωπος γέγονε, καὶ τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οὕτω γὰρ καὶ ἀδελφοὶ καὶ ἓν ὡς πρὸς Θεὸν γεγεννῆσθαι λεγόμεθα. Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι' ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς, ὡς Θεός· ἐπειδὴ δὲ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἔλαβε, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ γέγονεν αὕτη, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα, καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς, ὡς Υἱὸς καὶ Θεός. ΑΛΛΟ. Εἰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, γέγονε δὲ, καὶ ἀντερεῖν οἶμαι μηδένα, τί τὸ ἀναπεῖθόν τινας, μὴ ἐπιτρέπειν αὐτῷ ταῖς ἀνθρώπου κεχρῆσθαι φωναῖς; Ὁ γὰρ αὐτὸ τὸ πρᾶγμα μὴ φυγὼν, ἀλλ'