Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.397
Not analysed yet
ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· «Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο,» ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τῆς σαρκὸς τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθείς· «Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» ΑΛΛΟ. Εἰ θανάτου καταφρονοῦντας οὕτως εὑρίσκομεν τοὺς ἁγίους, ὡς οἴεσθαι μᾶλλον εἰς ζωὴν μεταβαίνειν, εἵ τις αὐτοὺς πρὸς τὸ τοῦ παθεῖν καλοίη καιρὸς, ἀνδρεῖοί τε ὄντως εἰσὶ, διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς, εἰς τὸν ἔσω ἄνθρωπον, καθὰ γέγραπται, κατοικοῦντα τὸν Χριστὸν, πῶς δειλιᾷ τὸν θάνατον ὁ τοὺς ἄλλους διδάσκων θανάτου καταφρονεῖν; Πῶς δὲ οὐκ ἄτοπον θαυμάζειν μὲν τὴν ἀνδρίαν τῶν ἐχόντων ἐν ἑαυτοῖς τὸν Λόγον, αὐτὸν δὲ οἴεσθαι τὸν Λόγον ἀσθενῆ καὶ ἄνανδρον ὑπάρχειν οὕτως, ὡς καὶ φόβῳ κρατεῖσθαι καὶ τῷ τῆς δειλίας νοσήματι; ΑΛΛΟ. Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σωτήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ' ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾷν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάχθη τοῦ λυπεῖσθαί ποτε, εἰ μὴ ἐταράχθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. Καὶ ἐφ' ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ' ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. ΑΛΛΟ, εἰς τὸ, «Θεέ μου, Θεέ μου.» Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ' αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄντως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ, «Παρελθέτω ἀπ'