Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.400
Not analysed yet
ἐμοῦ τὸ ποτήριον.» Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα, καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέτρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐνανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.» ΑΛΛΟ. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· «Νῦν ἡ ψυχή μου τετάρακται,» θεϊκῶς δὲ πάλιν· «Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλιζόμεθα, ἀλλ' ἐννοοῦμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ. ΑΛΛΟ. Διὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλλοίωσιν οὐκ εἰδὼς, ἀλλ' ἵν' ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχομεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ, εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος μετὰ τοῦ ἀναληφθέντος ναοῦ καὶ τὰ ἐν αὐτῷ, ἵνα καὶ ἐν ἡμῖν νεκρωθῇ τὰ τῆς σαρκὸς πάθη, τρεχόντων εἰς ὁμοιότητα τοῦ τὰ ἡμῶν δι' ἡμᾶς εἰς ἑαυτὸν ἀναλαβόντος Χριστοῦ. ΑΛΛΟ. Φησί που Θεὸς διὰ τῶν ἁγίων προφητῶν, ἐπί τισιν ἁμαρτίαις τοὺς ἐξ Ἰσραὴλ καταιτιώμενος, ὅτι «Τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.» Καὶ πάλιν ὡς πρὸς τὴν Ἱερουσαλήμ· «Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις.» Καὶ πάλιν ἐφ' ἑτέροις κακοῖς· «Μὴ