Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.409
Not analysed yet
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πάντων ὑπερέχει, ὑπερέχει δὲ τῶν πάντων καὶ ὁ Πατὴρ, μονογενὴς ἄρα λεχθείη ἂν καὶ αὐτός. Εἰ δὲ μὴ ἔστι μονογενὴς, καίτοι τῶν πάντων ὑπερέχων, οὐδὲ ὁ Υἱὸς ἄρα μονογενὴς, διὰ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ πεποιημένα, ἀλλὰ διὰ τὴν ἐκ Πατρὸς γέννησιν. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πατρικῶν βουλημάτων ἐστὶν ἄγγελος, μόνος δὲ ὁ καθ' ἡμᾶς ἤτοι ἐν ἡμῖν ἔμφυτος λόγος τῶν τοῦ νοῦ βουλευμάτων ἐστὶν ἀγγελτικός· μονογενὴς ἂν υἱὸς τοῦ νοῦ κληθείη καὶ οὗτος. Εἰ δὲ μηδεὶς τῶν ἀπ' αἰῶνος τὸν τῶν ἀποῤῥήτων ἐκφαντικὸν λόγον μονογενῆ κέκληκε, πῶς ἂν Υἱὸς ὡς ἐξαγγελεὺς, ἀλλ' οὐχὶ ὡς γεννηθεὶς μᾶλλον μονογενής; ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος τῶν μετ' αὐτόν ἐστι δημιουργὸς, οὐδένα ἕξει τὸν συνδημιουργήσαντα, οὐδὲν σὺν αὐτῷ πεποιηκότα τι πλὴν μόνου τοῦ Πατρός. Εἰ δὲ πάντα ἐν αὐτῷ ὡς ἐν σοφίᾳ γεγένηται, καὶ ἐν αὐτῷ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ Θεοῦ πᾶσα ἡ δύναμις αὐτῶν, περιττὸν τὸ λέγειν αὐτὸν μονογενῆ, ὡς τῶν μετ' αὐτὸν ὄντα μόνον δημιουργὸν, ἀλλ' οὐχ ὡς μόνον δημιουργὸν ἐκ Θεοῦ γεννηθέντα φυσικῶς. ΑΛΛΟ. Εἰ τὸ μόνον γενόμενον, ἀλλ' οὐχὶ τὸ μόνον γεννηθὲν κατὰ ἀλήθειαν τοῦτο μονογενὲς, οὐκ ἄρα μονογενὴς ὁ Σάῤῥας υἱός· οὐ γὰρ γέγονεν ὑπ' αὐτῆς, ἀλλὰ γεγέννηται. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνον αὐτὸν ὁ Πατὴρ ὑπεστήσατο, οὐκέτ' ἂν εἴη πρωτότοκος οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ Πατρός. Εἰ δὲ ἀληθῶς ἐστι πρωτότοκος ἐν πᾶσι πρωτεύων, οὐχ ὡς μόνον ἄρα ὑποστὰς, μονογενὴς, μόνος δὲ ὡς ἐκ Πατρὸς ἀγαθοῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός. ΑΛΛΟ. Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτότοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ' αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ' αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν