Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.408
Not analysed yet
Πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται, ὡς πρὸ ταύτης ὢν, καὶ εἰς τὸ εἶναι ταύτην παραγαγὼν, κτιστῆς τε αὐτὸς οὐχ ὑπάρχων οὐσίας. ΑΛΛΟ. Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη, διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν Θεοῦ κατὰ χάριν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται, διὰ τὸ πάντας δι' αὐτοῦ δύνασθαι λοιπὸν τρέχειν εἰς σωτηρίαν. Ὅτι μὴ δι' ἄλλην αἰτίαν μονογενὴς κέκληται, ἀλλ' ἢ ὡς μόνος κατ' ἀλήθειαν γεννηθείς. Ἀπολογία αὐτολεξεί. Εἰ διὰ τὸ μόνον ἀμεσιτεύτως αὐτὸν γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀβουλήτως γέγονεν· εἰ δὲ τῶν γενομένων οὐδέν ἐστιν, ὃ βουλὴ Θεοῦ οὐκ ἐμεσίτευσεν· οὐκ ἄρα διὰ τὸ ἀμεσιτεύτως γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀλλὰ διὰ τὸ μόνον τοῦτον εἶναι καρπὸν πατρικόν. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος ὑπ' ἐκείνου γέγονε, καθ' ὑμᾶς, οὐκ ἂν εἴη τῶν καθόλου δημιουργὸς ὁ τοῦτον μόνον, ἀλλ' οὐ πάντα, πεποιηκώς. Εἰ δὲ ἔστι τῶν καθόλου δημιουργὸς ὁ Πατήρ· τὰ πάντα γὰρ ἐξ αὐτοῦ· οὐχ ὡς μόνος ἄρα ὑπάρξας ὁ Υἱὸς μονογενὴς, ἀλλ' ὡς μόνος φυσικῶς γεννηθείς. ΑΛΛΟ. Εἰ μονογενὴς, ὅτι μόνος ὑπὸ μόνου γέγονε, μόνος δὲ ἥλιος ἡμέραν ποιεῖ, μονογενὴς ἡλίου καὶ ἡ ἡμέρα λεχθήσεται. Εἰ δὲ καὶ μόνος τις καὶ μιᾶς ἐπιστήμης γέγονεν εὑρετὴς, ἢ μιᾶς εἰκόνος αὐτουργὸς, μονογενῆ εἴη ἂν αὐτῷ γεννήματα τὰ μόνα ὑπ' αὐτοῦ πεποιημένα. Εἰ δὲ μηδεὶς πώποτε μονογενὲς τὸ μόνον ἔργον κέκληκε, πῶς ὁ Υἱὸς ὡς γενόμενος, ἀλλ' οὐχ ὡς γεννηθεὶς, μονογενὴς νοηθήσεται; ΑΛΛΟ. Εἰ μὴ ὡς γεννηθεὶς μόνος, οὐ μὴν καὶ γενόμενος, μονογενὴς κέκληται, κέκληται δὲ καὶ τὸ τοῦ Ἰεφθάε θυγάτριον μονογενὲς, εἴη ἂν μόνον ἔργον αὐτοῦ, ἀλλ' οὐ γέννημα. Ἢ εἴπερ ὡμολόγηται μονογενὲς αὐτὸ εἶναι, διὰ τὸ μόνον ἐκ τοῦ ἰδίου γεγεννῆσθαι πατρὸς, καὶ ὁ Υἱὸς δῆλον ὅτι μονογενὴς, μόνος τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς κληρονόμος. ΑΛΛΟ. Εἰ ἐπεὶ μόνος τοιοῦτος γέγονε, διὰ τοῦτο μονογενὴς, μόνον δὲ ἔργον τοιοῦτον ὁ οὐρανὸς γέγονεν, ὁποῖόν ἐστιν, εἴη ἂν καὶ αὐτὸς μονογενής. Εἰ δὲ καίτοι πολλὰ καὶ μόνα κτίσματα γενόμενα οὐκ ἐῤῥέθη μονογενῆ, ὁ Υἱὸς ἄρα μονογενὴς οὐχ ὡς μόνος τοιοῦτος γενόμενος, ἀλλ' ὡς μόνος γεννηθείς.