Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.413
Not analysed yet
πίαν τοὺς δι' αὐτοῦ γενομένους· αὐτὸ δὲ δὴ τοῦτο εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. Ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον αὐτὸν εἶναί φησιν, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται· ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατὴρ, καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρὶ, καὶ δι' αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. ΑΛΛΟ. Εἰ πάντως τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἱὸν, ἀναγκάσει συγγενῆ τοῖς μετ' αὐτὸν γενομένοις ὑπάρχειν αὐτὸν, καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖά περ ἂν εἴη τὰ τῷ χρόνῳ δεύτερα, τί ἄρα φατὲ κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, «Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα;» Ἆρα καὶ αὐτῷ τὸ τῷ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρήσαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν, καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοσαύτην ἔλθοι μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. Ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντων αὐτὸν συγγενῆ τοῖς μετ' αὐτὸν νοεῖσθαι· οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς. Ἀλλ' ὥσπερ ὁ Πατὴρ, ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων, ἔλεγεν, «Ἐγώ εἰμι πρῶτος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς πάσης κτίσεως λέγεται. Δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς κτίστης καὶ δημιουργός. ΛΟΓΟΣ Κϛʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ, «Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· «Οὐκ ἔστιν ἐμὸν δοῦναι;» Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν. Πρὸς τοῦτο λύσις. Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φωνὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγορίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ' ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φιλοτιμίαν, ἁρπάζειν δὲ ὥσπερ τὴν ἑτέροις ἔσθ' ὅτε χρεωστουμένην δωρεάν. Πρὸς οὖν τὴν οὔτως ἄτοπον αἴτησιν εἰκότως φησὶν ὁ Σωτὴρ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» οὐχ ὅτι μὴ ἐδύνατο παρασχεῖν, ἀλλ' ὅτι τῶν πονούντων ἐστὶν ἀναλόγως οἷς κάμνουσι κομί-