Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.416
Not analysed yet
ζεσθαι τὸν μισθόν. Ὥσπερ γὰρ εἴ τις τοῖς εἰς ἀγῶνα κεκλημένοις τὰ γέρα προθεὶς, λέγοι πρὸς αὐτούς· Οὐκ ἐμόν ἐστιν, ὦ οὗτοι, τὸ μεῖζον ἑλεῖν, καὶ ᾦ βούλομαι παρασχεῖν, οὐ γὰρ ἐπὶ τούτοις τέθεικα τῷ σταδίῳ τοὺς ὅρους· ἀλλ' ἐκεῖνος λήψεται τοῦτο, ᾧ τὸ πάντας νικᾷν περιποιήσει δικαίως τὸ τιμᾶσθαι μειζόνως. Οὕτω καὶ ὁ Σωτὴρ οὐκ εὔλογον εἶναί φησι τοῖς αἰτοῦσι τὸ μεῖζον ἐπιδοῦναι προχείρως, τὸν ὀφείλοντα δικαίως λαβεῖν παρωσάμενον. Ἀλλ' ἐκείνους ἔχειν ἐστὶ πρεπωδέστερον, οἷς ἡ τοῦ Πατρὸς πρόγνωσις διὰ τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν τοῦτο ηὐτρέπισεν· ἔστιν οὖν ὁ λόγος οὐκ ἀσθενείας ἀπόδειξις, ἀλλ' οἰκονομικῆς ἀσθενείας. ΑΛΛΟ. Εἰ μὴ δύναται, καθ' ὑμᾶς, ὦ θεομάχοι, τοῖς Ζεβεδαίου παισὶν ἀποπληρῶσαι τὴν αἴτησιν, καὶ διὰ τοῦτό φησιν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» πῶς ἐν ἑτέροις εὑρίσκεται πᾶσιν ὁμοῦ τοῖς μαθηταῖς τοῦτο χαρισάμενος, δι' ὧν οὔτω φησίν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους;» Τοῦτο γὰρ οὐ τὰ ἐσόμενα προφητεύοντός ἐστιν, ἀλλ' ὀρέγοντος ὡς συγκεκμηκόσι τὴν χάριν. Εἰ μὲν οὖν ἀληθεύει τὰ τοιαῦτα λέγων, πῶς ὁ πᾶσι διδοὺς, δύο μόνων αἰτούντων ἀσθενεῖ; Εἰ δὲ τολμᾶτε λέγειν μὴ εἶναι τὴν ὑπόσχεσιν ἀληθῆ, ἀρκέσει τοῦτο πρὸς τὸ πᾶσαν καθ' ὑμῶν κυροῦσθαι κακίαν. Ψεύδεσθαι γάρ φατε τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἰ τοῖς Ζεβεδαίου παισὶν οὐκ ἐδύνατο παρασχεῖν, οὐκ ἂν ἦν ἴσος τῷ Πατρὶ, οὕτως ἐπειδήπερ πᾶσι φαίνεται διδοὺς, ἴσος ἔσται τῷ γεγεννηκότι. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτὴρ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου,» ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὸ διδόναι χάριν ἣν ἂν βούλοιτό τισιν, οὐκ ἐξ ἀσθενείας ἔφησεν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» ἀλλ' ἔχει λόγον οἰκονομίας τὸ ῥῆμα. ΑΛΛΟ. Ὁ προφήτης Ἡσαΐας τοὺς περὶ τοῦ Σωτῆρος ποιούμενος λόγους, φησί που σαφῶς· «Διὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ.» Εἰ τοίνυν αὐτὸς ἐπιμερίζει τοῖς ἁγίοις τὰς τιμὰς, πῶς αὐτὸν ἐροῦμεν μὴ δύνασθαι παρασχεῖν ὅπερ ἂν βούλοιτό τισι; Καὶ εἰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ διανέμεσθαι τοῖς ἁγίοις τὰ γέρα, αὐτὸς ἔσται πάλιν ὁ διδοὺς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα. Λύσις τοῦ ῥητοῦ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» καὶ ὅπως αὐτὸ χρὴ νοεῖν σαφὴς διδασκαλία. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παραινοῦντος τοῖς μαθηταῖς, τὸ μηδὲν ὅλως τῶν ἐν τῷδε τῷ βίῳ κεκτῆσθαι θέλειν, ἀφιλοχρηματεῖν δὲ μᾶλλον, καὶ ἀπερι-