Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.420
Not analysed yet
Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνατεθὲν τῇ θείᾳ φύσει, ἀλλ' αὐτὸς ἔσται πάντων ἐργάτης. Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀποτρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρπαζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέγραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος.» Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· «Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι.» Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι' ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τεθέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυριάρχου χρεωστούμενον φαίνεται. Δέδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκότος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι·» καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία. ΛΟΓΟΣ ΚΖʹ. Εἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ εὑρίσκεται λέγων· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Πῶς οὖν ὑμεῖς συνεισάγετε πρώτῳ καὶ μόνῳ καὶ κατ' ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν; Πρὸς τοῦτο λύσις. Εἰδέναι χρὴ πρῶτον ὡς οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα παρελθεῖν παροτρύναν αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ αὐτοῦ γεννηθέντι φιλονεικεῖ· ὥσπερ ὁ Δαβὶδ πολεμούμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων· ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος μῦθος. Εἰ δὲ στασιάζειν καθ' ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλλον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδοὺς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευ-