Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.417
Not analysed yet
σπάστως προσεδρεύειν Θεῷ, ὅλους τε ἐξ ὅλων ἀνακεῖσθαι τῇ εἰς αὐτὸν λατρείᾳ, καὶ πλουσίαν ἐπὶ τούτοις ἀποδώσειν ἐπαγγελλομένου τιμὴν τοῖς φυλάττουσι τὴν ἐντολὴν, προσῆλθον λέγοντες· «Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν;» Πρὸς ταύτην αὐτῶν τὴν πεῦσιν ἀποκρίνεται Χριστός· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ταύτην οἱ Ζεβεδαίου παῖδες τὴν ἐπαγγελίαν ἀκούσαντες ἦλθον εἰς ἐπιθυμίαν οὐ πρέπουσαν αὐτοῖς Τὸ γὰρ πᾶσι τοῖς μαθηταῖς προτεθὲν ὡς ἐν ἀμοιβῇ τῆς πρὸς τὸν Χριστὸν εὐνοίας, ἁρπάζειν ἤθελον μόνοι· αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἐπιθυμίᾳ δόξης ἡττῆσθαι κενῆς, αὐτοὶ μὲν σιωπῶσι τὸ κατὰ νοῦν οὐκ ἐκφαίνοντες, διακονεῖν δὲ αὐτοῖς τὴν μητέρα πρὸς τοῦτο παρασκευάζουσι. Καὶ δὴ προσελθοῦσά φησιν· «Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου.» Φαίνεται τοίνυν διὰ τούτων, τὸ πᾶσι χρεωστούμενον, μόνοις ἁρπάζουσα τοῖς ἑαυτῆς παισὶν ἡ γυνή. Εἰ γὰρ μὴ τοῦτό ἐστι, ποῖον ἔχει λόγον, τὸ ἤδη δοθὲν αὖθις προσιοῦσαν αἰτεῖν; Καὶ αὐτοὶ γὰρ ἦσαν ἐν τοῖς ἀκούσασιν, «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσεσθε ἐπὶ δώδεκα θρόνους.» Εἰδὼς δὲ ὁ Σωτὴρ ὡς Θεός τι ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβεδαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυμίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ' ἐπειδὴ, φησὶν, ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέπει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι.» Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τάξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ' οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰτοῦντι παρ' αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί. Δίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομένους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ αὐτῷ χρεωστούμενα. Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι' ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ' αὐτοῦ τοῖς ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ' οἰκονομικῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ