Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.436
Not analysed yet
ἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται. ΑΛΛΟ. Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώσας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ' οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. «Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι.» Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ' ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ τὸν ἀληθινὸν ἐπιγνοῖεν Θεὸν, καὶ βασιλέα καὶ Κύριον ὁμολογήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπιτάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ δι' ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι' Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σωτηρίαν. ΑΛΛΟ. Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύναμιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας διαβήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Πρῶτον μὲν ἄξιον ἐπιτηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ' οὐσίαν γένηται, ἀλλ' ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν με-