Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.437
Not analysed yet
σιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀναλόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι' αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι' ἑαυτοῦ μεταδιδοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγκάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ' ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα. Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ' ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαίνων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ' ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα. ΑΛΛΟ. Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέτακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν ἐστι κατ' ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς οὐσίαν ἀδικουμένου τοῦ Υἱοῦ, οὐδὲν ἀδικήσει τῆς ὑποταγῆς ὁ τρόπος. ΛΟΓΟΣ Λ. Εἰς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ' οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ' αὐτοῦ; Λέγει γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλλεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδόμενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁ