Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.441
Not analysed yet
τεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ' ὑμᾶς ὀφθήσεται· ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν. ΑΛΛΟ. Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς ὅν ἐστιν ἕν. Εἰ δὲ τοῦτο, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων. Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου;» Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ' ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς