Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.444
Not analysed yet
ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ' ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ' ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ' αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ' ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν. ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός. ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. Δεῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ' αὐτοῦ κατ-