Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.445
Not analysed yet
ηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον. Ἀλλ' ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦθεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν γὰρ ὅρος λόγος ἐστὶ, τὸ τί ἐστι κατ' οὐσίαν τὸ σημαινόμενον ἀποδιδούς· τὸ δὲ ἀγένητος, οὐ λόγος ὂν, ἀλλ' ὄνομα φαίνεται. Διαφορὰ τοιγαροῦν ἔσται τὸ ἀγένητον, καὶ διαφορὰ οὐσιώδης· τοῦτο γὰρ τὸ λειπόμενον. Ἀλλ' ἴδωμεν εἴ τις ἡμῖν ἐπιτρέπει λόγος, οὕτω νοοῦντας μὴ σφάλλεσθαι. Ὁρῶμεν τοίνυν ὅτι πᾶν ὅπερ ἂν δέχοιτο τὴν διαφορὰν, σύνθετον ἔσται, καὶ οὐχ ἁπλοῦν. Ἐπειδὴ δὲ ἁπλοῦς τε ὢν καὶ ἀσύνθετος παρὰ παντὸς ἂν δήπουθεν ἀνθρώπου Θεὸς ὁμολογηθήσεται, οὐκ ἂν εἴη διαφορὰ τὸ ἀγένητον. Εἰ δὲ τῶν εἰρημένων οὐδέν ἐστιν, οὐκ ἐν τῷ ἀγενήτῳ τὸ εἶναί ἐστι τοῦ Θεοῦ. Οὐ γὰρ οὐσίαν σημαίνει τοῦτο, ἀλλὰ τοῦ εἶναι τοιῶσδε αὐτὴν παραστατικὸν φαίνεται. ΑΛΛΟ. Εἰ τὸ ἀγένητος ὄνομα, τὸ μὴ γεγενῆσθαι σημαῖνον, τῆς οὐσίας ἐστὶ δηλωτικὸν τῆς τοῦ Θεοῦ, τί κωλύσει καὶ τὸ γελαστικὸν τῇ τοῦ ἀνθρώπου φύσει προσὸν, οὐσίαν αὐτοῦ εἶναι· καὶ πάνθ' ὅσαπερ ἂν τοῖς οὖσιν ἰδίως προσῇ, ταῦτα λέγειν αὐτοῖς εἶναι οὐσίας; Εἰ δὲ τὸ ἑκάστου ἴδιον, οὐκ αὐτό ἐστιν οὐσία, ἀλλὰ τῇ οὐσίᾳ προσὸν, οἷον ἀνθρώπῳ τὸ γελαστικὸν, καὶ ἵππῳ τὸ χρεμετιστικὸν, οὐκ ἂν εἴη τὸ ἀγένητον οὐσία, οὐ τί ἐστι σημαῖνον κατὰ φύσιν Θεὸς, ἀλλ' ὅτι τοιῶσδέ ἐστι, καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων ἴδιον αὐτοῦ τυγχάνει. ΑΛΛΟ. Τῆς οὐσίας τοῦ Θεοῦ τὸ ἀγένητον ὡς ἀχώριστον κατηγορηθήσεται, ὥσπερ ἂν εἰ καὶ κατὰ παντὸς σώματος χρῶμα. Ἀλλ' οὐκ ἐκ τῶν ἀχωρίστως προσόντων αἱ οὐσίαι νοηθήσονται, ἀλλ' ἐξ ὧν εἰσιν αὗται. Ὥσπερ οὐκ ἄν τις εἰδείη τὸν κύκνον, ἤτοι τὴν χιόνα τί κατὰ φύσιν εἰσὶν, εἰ μάθοι μόνον ὅτι λευκὰ ταῦτά ἐστιν. Οὐ γὰρ ἡ λευκότης εἰς οὐσίαν νοηθήσεται, ἀλλά τι τῶν τῇ οὐσίᾳ προσόντων. Ἡ τοίνυν ἀγένητος φωνὴ, ἕν τι τῶν προσόντων ἀχωρίστως τῇ οὐσίᾳ τοῦ Θεοῦ σημαίνουσα, οὐκ ἂν εἴη καθ' ὑμᾶς οὐσία. Εἰ δὲ τοῦτο, ὁ εἰδὼς ὅτιπερ ἀγένητός ἐστιν ὁ Θεὸς, οὔπω τί ἐστὶ κατὰ φύσιν ἐπίσταται, ἀλλ' ὅτι τὸ μὴ γενέσθαι πρόσεστι τῇ οὐσίᾳ αὐτού. Ἀντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμβεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Πρὸς τοῦτο λύσις. Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τε-