Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.453
Not analysed yet
ἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν Θεόν. ΛΟΓΟΣ ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς Διαθήκης ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ῥωμαίοις ἐπιστέλλων Παῦλος, «Δοῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· «Δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν, ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὁμολογεῖν ἐντεῦθεν δηλονότι Θεὸν ὄντα τὸν Χριστόν. Πῶς οὖν ἔτι κτίσμα ἢ ποίημα οὐκ ἐνδεχομένου κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ; ΑΛΛΟ. Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ συμπαραλαμβάνεται Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν, καὶ συγχορηγεῖ τοῖς ἁγίοις τὰ δῶρα, πῶς οὐ Θεὸς ὁ ἐν Θεοῦ τάξει τεθεὶς, καὶ πάντα ῥᾳδίως ἐνεργεῖν δυνάμενος ἅπερ ἂν καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐνέργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σώζεσθαι. Ἄλλως τε καὶ τοῦ προφήτου λέγοντος Ἡσαΐου· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν,» ταύτην ὁ Υἱὸς μετὰ Πατρὸς χορηγῶν φαίνεται. Θεὸς οὖν ἄρα καὶ Θεὸς ἀληθινὸς ὁ ἐν Θεῷ Πατρὶ καὶ μετὰ Πατρὸς πάντα ἐνεργῶν. ΑΛΛΟ, εἰς τὸ αὐτό. Συνταττόμενος τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς, καὶ ὅσον οὐδέπω μέλλων ἤδη πρὸς τὸ σωτήριον ἀναβήσεσθαι πάθος, «Εἰρήνην, φησὶ, τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ τοίνυν ἑαυτοῦ τὴν εἰρήνην εἶναί φησιν, ὡς ἴδιον ἀγαθὸν καὶ φυσικῶς ἐνυπάρχον αὐτῷ, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ μετοχικῶς ἐπὶ τὸν Υἱὸν τὰ Πατρὸς ἐξαίρετα διαβαίνῃ, καθάπερ καὶ ἐν τοῖς λογικοῖς κτίσμασιν, ἀλλ' οὐσιώδης ἕλκει λόγος ἐπὶ τὸν γεγεννημένον τὰ τοῦ γεννήσαντος ἴδια; Διὸ δὴ καὶ συνδοτὴρ καὶ συγχορηγὸς φυσικῶς τε καὶ ἀδιαστάτως παραλαμβάνεται, καὶ διανέμει σὺν Πατρὶ τοῖς ἁγίοις τὰς δωρεάς. Ὁ δὲ οὕτως ἔχων οὐσίας, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Εἰ δὲ φύσει Θεὸς, οὐ ποίημα.