Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.456
Not analysed yet
ΑΛΛΟ. «Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπὸ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰ τοίνυν ἀπὸ τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας ἀναλόγως ἡ τοῦ μεγαλουργήσαντος ὁρᾶται θειότης, ἔξω μὲν πάντων τῶν γενητῶν ὁ Υἱὸς κείσεται. Ἐπειδὴ δὲ πάλιν αὐτός ἐστιν ὁ πάντων ποιητὴς, αὐτοῦ δηλονότι καὶ ἡ θειότης διὰ τῶν πεποιημένων ὁρᾶται· πῶς οὖν ποίημα ἢ κτίσμα ὂν ἡ τῶν γενητῶν φύσις δι' αὐτοῦ τοῦ πεποιῆσθαι δεικνύει Θεοῦ ὄντα κατὰ φύσιν; ΑΛΛΟ. Τοὺς ἐκ τῶν ποιημάτων ἀναλόγως τοῦ δημιουργοῦ τὴν θειότητα δυναμένους ὁρᾷν, ἀναπολογήτους ἔσεσθαί φησιν ὁ μακάριος Παῦλος, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. Οὐκοῦν εἰ Θεὸν ἐπιγινώσκουσιν οἱ τὸν τῆς κτίσεως ὁρῶντες δημιουργὸν, τῷ δὲ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, Θεὸς ἄρα, καὶ οὐ ποίημα ὁ Υἱὸς, ὁ πάντα πρὸς τὸ εἶναι καλέσας· ὃν καὶ δοξάσαι παραιτησάμενοι μένουσιν ἀναπολόγητοι, περὶ ὧν ἡμῖν ὁ λόγος. Δοξολογία δὲ πάλιν χρεωστεῖται καὶ πρέπει μόνῳ Θεῷ, γενητῆς δὲ φύσεως ἀλλότριον· ὃ καὶ διδάσκων ἡμᾶς ὁ Σωτὴρ, πρὸς τοὺς οἰκείους φησὶ μαθητάς· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐ γὰρ τοῖς μαθηταῖς τὴν ἐφ' οἷς εὐδοκιμοῦσι δόξαν, ἀνακεῖσθαι δεῖν ἐδοκίμασε· Θεῷ δὲ μᾶλλον ὡς αὐτῷ χρεωστουμένην. Εἰ δὲ χρῆναι δοξάζεσθαι τὸν Χριστὸν, ὡς ἀποδέδεικται, καὶ ὁ τῆς ἀληθείας μάρτυς φησὶ, πῶς οὐκ ἔστι Θεὸς ὁ τὴν Θεῷ πρέπουσαν δόξαν περικείμενος; ΑΛΛΟ. Παραδεδόσθαι φησὶν ὁ μακάριος Παῦλος εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας τοὺς ἀλλάξαντας τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οἳ καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ὃς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ τοίνυν ἀλλάττει τὴν ἀλήθειαν ἐν τῷ ψεύδει ὁ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, φυλάττει δηλαδὴ τὴν ἀλήθειαν ὁ μὴ τοῦτο ποιῶν, ἀλλ' ἐξ ἀντιστρόφου τοῖς πλανωμένοις τῷ κτίστῃ λατρεύων καὶ ποιητῇ. Κτίστης δὲ καὶ ποιητὴς ὁ Υἱὸς, καὶ αὐτῷ λατρεύομεν ὡς Θεῷ πάντων. Οὐ γὰρ ἔτι πλανώμεθα τὴν ἀλήθειαν οὐκ ἀλλάξαντες. Οὐκοῦν οὐ ποίημα ὁ ἐξ ἀντιστρόφου τοῖς ποιήμασιν, ὡς κτίστης μετὰ Πατρὸς νοούμενος, καὶ ὑπάρχων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ΑΛΛΟ. Πρὸς τοὺς ἐπὶ τοῖς οἰκείοις πταίσμασιν οὐκ εἰδότας μετανοεῖν, ἄῤῥηκτον δὲ ὥσπερ ἐπιθέντας ἑαυτοῖς τῆς φαυλότητος τὸν δεσμὸν, ὁ Παῦλός φησι· «Κατὰ