Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.460
Not analysed yet
ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·» καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» τίς οὐκ ἂν ὁμολογήσειεν, εἴ γε νοῦν ἔχοι, τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρὸς γνήσιόν τε καὶ ἀληθέστατον γέννημα, πάντα φέρον ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; Εἰ δὲ τοῦτο, Θεὸς ἄρα τὸ ἐκ Θεοῦ, καὶ οὐ κτίσμα ἢ ποίημα. ΑΛΛΟ. Τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων ὁ Παῦλός φησι· «Μνημονεύετε γὰρ ὑμεῖς τὰ ἔθνη οἱ καλούμενοι ἀκροβυστία, ὅτι ἦτέ ποτε ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ κεχωρισμένοι τῆς εὐλογίας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νυνὶ δὲ ἐπιγνόντες Θεόν.» Εἶτα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπιγνοὺς τὸν ἀληθινὸν, δικαιοῦται, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη καὶ ποίημα; ΑΛΛΟ. Τῶν θείων μυστηρίων οἰκονόμον καὶ λειτουργὸν ἑαυτὸν ἀναδεικνύων ὁ Παῦλος, «Τολμηρότερον δὲ, φησὶν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ, εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς εἰληφέναι μὲν ἐν χάριτος μέρει παρὰ τοῦ Θεοῦ διϊσχυρίζεται τὸ εἶναι λειτουργὸς Ἰησοῦ Χριστοῦ. Εἶτα τῆς ἱερουργίας τὸν τρόπον ἐξηγούμενος, «εἰς τὸ Εὐαγγέλιον, φησὶ, τοῦ Θεοῦ.» Καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος, οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. Οὐ γὰρ ἂν ὠνόμασε Θεὸν μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα· οὐδ' ἂν ἐφ' ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, «Εὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ δι' ἐμοῦ,» εἴπερ ἦν κτίσμα καὶ ποίημα. Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου καὶ τῆς ἐν αὐτοῖς μωρίας τοὺς λόγους ποιούμενος, «Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Οὐκοῦν εἰ τῆς δόξης Κύριός ἐστιν ὁ τὸν σταυρὸν ὑπομείνας Υἱὸς, πῶς οὐκ ἔστι φύσει Θεός; πῶς δὲ κτίσμα ἢ ποίημα, ὁ καὶ ὑπὸ τῶν Σεραφὶμ ὑμνούμενος; Πλήρη γὰρ εἶναί φασι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· καὶ Κύριον Σαβαὼθ ὀνομάζουσι. Δῆλον γὰρ ὅτι περὶ αὐτοῦ τὰ τοιαῦτά φασιν, εἴπερ ἐστὶ τῆς δόξης Κύριος, κατὰ τὴν τοῦ Παύλου φωνήν.