Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.457
Not analysed yet
δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Εἶτα πάλιν ἑτέροις· «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἐνώπιον τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ παραστησόμεθα πάντες τῷ βήματι τοῦ Χριστοῦ («Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ),» καὶ αὐτὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πῶς οὐκ ἔσται φύσει Θεὸς, τοῦ Παύλου λέγοντος ἀποκάλυψιν ἔσεσθαι δικαιοκρισίας Θεοῦ, τὴν ἐφ' ἑκάστῳ τῶν κρινομένων παρ' αὐτοῦ τιθεμένην ψῆφον δηλαδὴ, ὡς τοῖς μὲν φαύλοις εἰπεῖν· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» τοῖς δὲ τῆς εἰς αὐτὸν εὐσεβείας ἐργάταις· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,» καὶ τὰ ἑξῆς. ΑΛΛΟ. Γέγραπται πάλιν· «Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας.» Ὅτε τοίνυν πιστεύοντες εἰς Χριστὸν δικαιούμεθα, ὡς τὸν ὄντα φύσει καὶ κατὰ ἀλήθειαν ἐπιγνόντες Θεὸν (τοῦτο γὰρ ἐπισφραγίζει καὶ αὐτὸς ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων· «Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ»)· πῶς ἔσται ποίημα ἢ κτίσμα ὁ Υἱὸς, καὶ οὐχὶ μᾶλλον Θεὸς, κατὰ τὰς τῶν ἁγίων φωνάς; ΑΛΛΟ. Τοῖς δικαιουμένοις διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν συναγορεύων Παῦλός φησι· «Λογιζόμεθα γὰρ δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου· ἢ Ἰουδαίων ὁ Θεὸς μόνων, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Εἴπερ εἷς Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Τοῦτο ποιοῦντα Χριστὸν εὑρίσκομεν. Δικαιοῦν γὰρ ὑπισχνούμενος τοὺς πιστεύοντας εἰς αὐτὸν, «Ἀμὴν, φησὶ, λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ, οὐ κρίνεται, ἀλλ' ἔχει ζωὴν αἰώνιον.» Εἰ δὲ πρέπει μόνῳ τὸ δικαιοῦν τῷ Θεῷ, δικαιοῖ δὲ Χριστὸς, πῶς οὐκ ἔστι φύσει Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. Φησί που πάλιν ὁ Παῦλος περὶ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ· «Ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται· Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκρούς.» Θεοῦ τοιγαροῦν ζωογονεῖν τοὺς νεκροὺς λεγομένου, εἶτα τοῦ Υἱοῦ φάσκοντος· «Ἐγώ εἰμι ἡ ζωή·» πάλιν, «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ