Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.464
Not analysed yet
ἐγείροντι τοὺς νεκρούς.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς Θεὸν εἶναί φησι τὸν ἐγείροντα τοὺς νεκρούς. Τοῦτο δὲ Χριστὸς ἐργάζεται, λέγων, ποτὲ μέν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» ποτὲ δὲ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Θεὸς οὖν ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ἐνεργεῖν δυνάμενος, ἃ μόνῳ πρέπει Θεῷ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ γενητός. ΑΛΛΟ. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστι, ναὶ καὶ οὔ. Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο, ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.» Ὅταν οὖν κηρύττηται μὲν ὡς Υἱὸς, τοῦ Πατρὸς λέγοντος περὶ αὐτοῦ· «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ πάλιν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» ποίημα δὲ καὶ κτίσμα παρά τινων ὀνομάζεται· πῶς οὐκ ἔστι, ναὶ καὶ οὔ; Οὐ γὰρ ἂν εἴη κτίσμα τὸ φύσει γεννώμενον· οὐδ' ἂν γένοιτο φύσει τέκνον τὸ πεποιημένον. Ἐπειδὴ δὲ ἀλήθειά ἐστιν ὁ Χριστὸς, καὶ γέγονεν ἐν αὐτῷ τὸ ναὶ, καθά φησιν ὁ Παῦλος, Υἱὸς ὑπάρχων, καὶ οὕτω κηρυττόμενος, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα. ΑΛΛΟ. «Τῷ δὲ Θεῷ χάρις, φησὶ, τῷ πάντως τε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι, δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Οὐκοῦν εἰ διὰ τῶν ἁγίων ἀποστόλων φανερὰν τῷ κόσμῳ καθίστησιν ὁ Θεὸς καὶ Πατὴρ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ, τουτέστι, τὸν περὶ τῆς ἐπιγνώσεως αὐτοῦ λόγον· οἱ δὲ τοῦτον λαβόντες οὐκ ἔτι πλανῶνται, οὔτε μὴν ἐν τοῖς ἀθέοις καὶ ἐλπίδα μὴ ἔχουσι καταταχθήσονται, ἀλλ' ἔγνωσαν μὲν τὸν Θεὸν, ᾗ φησιν ὁ Παῦλος, μᾶλλον δὲ ἐγνώσθησαν ὑπὸ Θεοῦ· Θεὸς ἄρα κατὰ ἀλήθειαν ὁ Χριστὸς, ὁ τῶν ψευδωνύμων θεῶν ἀποστήσας τὰ ἔθνη, καὶ γνωσθεὶς μὲν αὐτοῖς κατὰ τοῦτο, ἐπιγνοὺς δὲ πάλιν αὐτὰ διὰ τῆς εἰς ἑαυτὸν πίστεως. Ὁ δὲ ἀληθῶς ὑπάρχων Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; ΑΛΛΟ. «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Οὐκοῦν εἰ τῶν ἁγίων ἀποστόλων ὁ λόγος τὸ περὶ τοῦ Σωτῆρός ἐστι κήρυγμα, Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, οὗ τὸν λόγον οὐ καπηλεύουσιν οἱ οὕτω κηρύττοντες, καὶ ποίημα λέγειν αὐτὸν ἢ κτίσμα παραιτούμενοι. Ἄκρατος οὖν ὥσπερ ἐστὶν ὁ περὶ τῆς ἀληθείας λόγος, τὰς ὑδαρεστέρας τῶν αἱρετικῶν ψευδοδοξίας οὐκ ἔχων. ΑΛΛΟ, εἰς τὸ, «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν.» Ὁ φανερούμενος διά τε τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων, τίς ἂν ἕτερος εἴη παρὰ Χρι-