Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.465
Not analysed yet
στόν, Αὐτὸς τοιγαροῦν ἐστιν ἡ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ὀσμὴ τοιγαροῦν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος· ἀλλ' ὥσπερ ἡ ἐξ ἀνθέων εὐωδία φυσικῶς τε καὶ οὐσιωδῶς προεκκύπτουσα, τοῦ γεννήσαντος αὐτὴν εἴδους ἐστὶν ἐκφαντικὴ, οὕτω καὶ ὁ Υἱὸς ὀσμή τις ὥσπερ ὑπάρχων τῆς πατρῴας οὐσίας, ἀφ' ἧς ἐστιν αὐτὸς, τὸν γεννήσαντα δηλοῖ. Οὐκοῦν οὐ ποίημα, ἐπεὶ μὴ τοῦτό ἐστιν ὁ Πατήρ. ΑΛΛΟ. «Οὐ γὰρ ἑαυτοὺς, φησὶ, κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν, «Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ.» Ἰδοὺ δόξαν τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν. Ἐλλάμψαντος γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τοῦ Θεοῦ καὶ Πατρὸς, φωτιζόμεθα πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθὰ καὶ αὐτός πού φησιν· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Ἕλκει δὲ πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ τὴν ἑκάστου φωτίζων καρδίαν. Δόξα τοιγαροῦν ὑπάρχων τοῦ Πατρὸς, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ, διὰ τῆς ἐνούσης αὐτῷ μεγαλειότητος φυσικῆς παρασκευάζων δοξάζεσθαι τὸν γεννήσαντα αὐτὸν, ὡς ἐν εἰκόνι τῷ Υἱῷ φαινόμενος, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ δόξα τοῦ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, ποίημα καὶ κτίσμα ἐστὶ, λεγέσθω καὶ ἕκαστον τῶν πεποιημένων δόξα τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ ὅλως ἐνδέχεται κτιστὴν καὶ πεποιημένην οὐσίαν ἀναβῆναι πρὸς τοῦτο, τὸ κωλύον οὐδὲν ἐπὶ πᾶσαν τὴν κτίσιν ἄγεσθαι τὸ ἀξίωμα. Τὸ γὰρ δυνάμει πεφυκός τι γενέσθαι, γένοιτ' ἂν ἔσθ' ὅτε, καὶ εἰ μή πω γέγονεν. Εἰ δὲ ἐπὶ τῶν ἄλλων οὐδὲν τὸ τοιοῦτον εἴρηται, μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, οὐκ ἄρα εἷς τῶν πάντων ἐστίν. Εἰ δὲ τοῦτο, οὐ ποίημα· τὸ γὰρ ἔξω πάντων ὂν, οὐκ ἐν τοῖς πᾶσιν ἔσται, ἀλλ' ἕτερόν τι παρὰ πάντα, ὅπερ ἐστὶ Θεός. ΑΛΛΟ. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, φησὶν, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα δὴ κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ Χριστῷ παραστησόμεθα, καὶ αὐτός ἐστιν ὁ κρίνων τὴν γῆν, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθά φησιν ὁ Ψαλμῳδός· Θεὸς ἄρα ἐστὶ καὶ Υἱὸς, οὐ ποίημα. Ἐπεὶ καὶ ὁ πάνσοφος Σολομὼν ἐν Ἐκκλησιαστῇ τοιοῦτόν τί φησιν· «Ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν.»