Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.468
Not analysed yet
ΑΛΛΟ. «Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ. Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.» Ἰδοὺ πάλιν ὁ Παῦλος Θεὸν ὀνομάζει Χριστὸν, ᾧ καὶ ἐκστῆναί φησιν. Καὶ ὅπως ἐξέστη, διδάξει λέγων αὐτός· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ τοῦ Χριστοῦ σταυρῷ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ·» καὶ πάλιν ἐν ἑτέροις· «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ.» —«Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι σκύβαλον εἶναι, ἵνα Χριστὸν κερδάνω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ὁρᾷς ὅπως ἁπάντων τῶν κατὰ νόμον ἐξέστη καυχημάτων, ἵνα κερδάνῃ Χριστόν; Ὅπερ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ, ὡς ἐν παραβολῆς εἰσηγεῖται σχήματι, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Οὐκοῦν εἰ ἐξέστη Χριστῷ, Θεῷ δὲ τοῦτο πεποιηκέναι φησὶ, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱός; Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. «Τὰ ἀρχαῖα, φησὶ, παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν.» Ζητητέον ἐν τούτοις τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς τὸν τρόπον. Ἀλλ' ἔστι δῆλον ὅτι πιστεύσαντες εἰς Χριστὸν, ὡς Υἱός τε εἴη τοῦ Θεοῦ, καὶ Θεὸν αὐτὸν ἀληθινὸν παραδεξάμενοι, δι' αὐτοῦ προσίεμεν τῷ Πατρὶ, καθὰ καὶ αὐτός φησιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ.» Ἄλλως τε καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς διὰ τὴν ἁμαρτίαν ἀποστήσαντας ἐκ φιλανθρωπίας καλεῖ πρὸς ἑαυτὸν, καὶ ἑαυτῷ καταλλάσσων ἔλεγε· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν εἰ προσιόντες καὶ καταλλασσόμενοι τῷ Χριστῷ, Θεῷ καταλλασσόμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν κομιζόμεθα· πῶς οὐκ ἔσται Θεὸς ἐκ Θεοῦ, ὁ ἐν Πατρὶ καὶ μετὰ Πατρὸς, δικαιῶν μὲν τὸν προσερχόμενον κόσμον δὲ καταλλάσσων ἑαυτῷ; Εἰ δὲ τοῦτο ἀληθὲς, οὐκ ἔσται γενητός. ΑΛΛΟ. «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα