Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.472
Not analysed yet
ἧττον καὶ νῦν ἐσμεν δουλεύοντες κτίσματι πάλιν παρὰ τὸν κτίσαντα. Εἰ δὲ ἐπεγνωκότες ὡς ἀληθινὸν Θεὸν καὶ Δεσπότην τὸν δι' ἡμᾶς γενόμενον ἐκ γυναικὸς, καὶ γενόμενον ὑπὸ νόμον, ἐξέβημεν τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· Θεὸς ἄρα καὶ Υἱὸς ἀληθινὸς ὁ Χριστὸς, οὗ καὶ ἡμεῖς ἀναδεικνύμενοι μέτοχοι, τὴν υἱοθεσίαν ἀπολαμβάνομεν, ἐλεύθεροί τε ἤδη χρηματίζομεν, ὡς αὐτὸν ἐνδυσάμενοι τὸν ἐλεύθερον Υἱὸν, ἵνα τὸ τῆς δουλείας ἡμῶν ἀφανίζηται σχῆμα. ΑΛΛΟ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ἴδωμεν τοίνυν τί περὶ τοῦ Υἱοῦ φησιν ὁ παρ' αὐτοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον· «Ἰησοῦς Χριστὸς, φησὶ, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ἰδοὺ σαφῶς τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ· ὅπερ ἴδιον μόνου Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. Οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ ἐστὶν ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς, ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατήρ; ΑΛΛΟ. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Εἰ τοῦ Σωτῆρος τὸν νέον παραδεξάμενοι νόμον, ζῶμεν μὲν τῷ Θεῷ, νόμῳ δὲ τῷ διὰ Μωσέως ἀποθνήσκομεν (οὐ γὰρ ἔτι κατ' ἐκεῖνον βιοῦμεν ἢ πολιτευόμεθα)· Θεὸς ἄρα Χριστὸς καὶ Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ ζῶμεν αὐτῷ τῷ Χριστῷ, μαρτυρήσει λέγων αὐτὸς τῆς ἀληθείας ὁ κήρυξ· «Εἰ γὰρ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ δὲ ζῶντες τῷ Χριστῷ, Θεῷ ζῇν λεγόμεθα, πῶς οὐκ ἔστι Θεός; Πῶς δέ ἐστι κτίσμα ἢ ποίημα; ΑΛΛΟ. «Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» Εἰ Θεὸς τὰ ἔθνη λέγεται δικαιοῦν, Χριστὸς δέ ἐστιν ὁ τοῦτο ποιῶν, καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ τὴν Ἰωάννου φωνήν· Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, καὶ Θεὸς ἀληθινός. Πονηροὶ γὰρ ὄντες Ἰουδαῖοι, μόνον ἐκεῖνο λέγουσιν ἀληθὲς, ὡς οὐδεὶς ἁμαρτίας ἀφεῖναι δύναται, εἰ μὴ μόνος ὁ Θεὸς, ὡς τοῦ νόμου Κύριος. ΑΛΛΟ. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε