Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.473
Not analysed yet
τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, γεννητὴν ἔχουσι τὴν φύσιν, ἀντιπαραβάλλεται Χριστὸς, ὡς μὴ τοῦτο ὢν, ὅπερ ἐκεῖνα· οὐκ ἄρα τῶν γενητῶν εἷς καὶ αὐτὸς εὑρίσκεται, ὁ τοσοῦτον διεστηκὼς, ὡς τὰ μὲν μὴ εἶναι φύσει θεοὺς, τὸν δὲ τοῦτο ὑπάρχειν ἀληθινῶς. Ταύτην γὰρ ὁ Παῦλος εἰσφέρει τὴν διαφορὰν διὰ τοῦ προτεθέντος κεφαλαίου. Ὅτι δὲ τὸν Χριστὸν ὡς Θεὸν ἐπέγνωκε τὰ ἔθνη, πᾶσίν ἐστιν, ὡς οἶμαι, καταφανές. Εἰς αὐτὸν γὰρ πιστεύοντα, τῆς πολυθέου πλάνης ἀπαλλάττεται. Ὅτι δὲ πάλιν αὐτὸν ἐπέγνωκε τὰ ἔθνη, καὶ ἐπεγνώσθη παρ' αὐτοῦ, ἄκουε λέγοντος· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά.» ΑΛΛΟ. «Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε, οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν.» Ὑποδεξάμενος καὶ λίαν θαυμάσας τῶν ἐν Γαλατίᾳ τήν τε εἰς Θεὸν εὐλάβειαν, καὶ τὴν εἰς αὐτὸν ἀγάπησιν, εἰρηκώς τε, ὅτι «Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με,» καὶ ἐπὶ πολὺ μεῖζον ἀναβαίνει, προσθεὶς, «ὡς Χριστὸν Ἰησοῦν.» Τίς οὖν ὑπεροχὴ Χριστοῦ πρὸς ἀγγέλους, αὐτὸς διδασκέτω, λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Καὶ πάλιν· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Γέγραπται δὲ πάλιν περὶ αὐτῶν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῷ τοὺς ἀγγέλους· καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ Δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν· πῶς οὐκ ἔσται Θεὸς ὁ καὶ ὑπὸ τῶν ἀγγέλων ὡς τοῦτο ὢν κατὰ φύσιν γινωσκόμενος; Εἰ γὰρ ποίημά ἐστι, κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ἄν τις πλανᾶσθαι φήσειε τοὺς ἁγίους ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τοῦτο κατὰ φύσιν ὅντα τὸν Υἱὸν), οὐκ ἄρα κτίσμα ἐστὶν, οὐδὲ ποίημα. Τὸ γὰρ ὅλως ποιηθὲν, οὐκ ἂν εἴη φύσει Θεός. ΑΛΛΟ. «Διὸ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἠλευθέ-