Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.476
Not analysed yet
ρωσεν.» Εἰ Δεσπότου τὸ ἐλευθεροῦν, ἐλευθεροῖ δὲ ἡμᾶς ὁ Χριστὸς, καὶ τὸν ζυγὸν τῆς δουλείας ἀνίησιν εἰς υἱότητα καλῶν· οὐκ ἄρα δοῦλος, ἀλλὰ Υἱὸς καὶ Δεσπότης, ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο τοῖς ἀξίοις κατὰ χάριν περιτιθείς. Ἐκ τῆς πρὸς Ἐφεσίους. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὁ διὰ θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς προκεχειρισμένος εἰς ἀποστολὴν, ὡς αὐτὸς ἐνθάδε διϊσχυρίζεται, ἀπαύγασμα τοῦ Πατρὸς καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Εἶτα πῶς τῆς ἀκτίστου καὶ ἀγενήτου τοῦ Πατρὸς οὐσίας τε καὶ ὑποστάσεως ἔσται χαρακτὴρ ὁ Υἱὸς, εἴπερ ἐξ οὐκ ὄντων ὑπέστη, κατά τινας; Ἀνάγκη γὰρ πᾶσα τήν τινος εἰκόνα ἀκριβῆ τὴν ὁμοίωσιν ἔχειν ὡς πρὸς ἐκεῖνον, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ χαρακτήρ ἐστιν ὁ Υἱὸς τοῦ ἀγενήτου Πατρὸς, ἔσται καὶ αὐτὸς κατ' ἐκεῖνον ἀγένητος, ἄκτιστός τε καὶ τὸ πᾶν ἤδη Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ κοίημα. ΑΛΛΟ. «Διὸ μνημονεύετε, ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Εἰ καθ' ὃν ἐπλανᾶτο τὰ ἔθνη καιρὸν, κεχώριστο τοῦ Χριστοῦ, καὶ ἦν διὰ τοῦτο καὶ ἐλπίδος ἔρημα χρηστῆς, καὶ ἄθεα ἐν τῷ κόσμῳ· Χριστὸς ἄρα ἐστὶν ἡ πάντων ἐλπὶς καὶ Θεὸς, ὃν εἴπερ ἐπιγνοίη τὰ ἔθνη, τὸ εἶναι λοιπὸν ἐν ἀθεότητι διαφεύξεται, ὡς μεμαθηκότα τὸν ὄντως Κύριον. Πῶς οὖν ἂν εἴη κτίσμα ἢ ποίημα ὁ παρὰ τῶν πλανωμένων ὡς Θεὸς ἐπιγινωσκόμενος, καὶ διασώζων τοὺς εὑρίσκοντας αὐτὸν, εἴσω τε πάσης ἀγαθῆς ἐλπίδος εἰσφέρων, κατὰ τὸ, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» ΑΛΛΟ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Γέγραπταί που περὶ τῶν τοῦ Θεοῦ νόμων, ὡς ἐπ' αὐτοῖς οὐκ ἔστι προσθῆναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἀποφήσαντος τοίνυν τὸ τοιοῦτον παντελῶς τοῦ Θεοῦ, καὶ μηδενὶ λέγοντος ἐξεῖναι προσθῆναί τι τοῖς παρ' αὐτοῦ διατεταγμένοις, ἢ καὶ ἀφελεῖν, τοῦτο μόνος πεποιηκὼς εὑρίσκεται Χριστός. Ἀφεῖλε μὲν γὰρ καταργήσας τῶν ἐντολῶν τὸν νόμον· προστέθηκε δὲ τὰ περὶ τῆς εἰς αὐτὸν πίστεώς τε καὶ εὐσεβείας δόγματα. Καὶ