Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.480
Not analysed yet
οὖν ἐν ποιήμασιν, ὁ πάντα ἔχων κοινὰ πρὸς τὸν Πατέρα, ὡς ἀληθὴς αὐτοῦ τῆς οὐσίας καρπὸς, καὶ οὐ καθάπερ ἡμεῖς θετοὶ πρὸς υἱότητα καὶ ἐγκεκεντρισμένα βλαστήματα; ΑΛΛΟ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὅρα δὴ πάλιν ὅπως Θεὸν οἶδέ τε καὶ ὀνομάζει Χριστόν. Εἰρηκὼς γὰρ δεῖν ἡμᾶς μιμητὰς γενέσθαι Θεοῦ, εὐθὺς παρατίθησιν αὐτὸν, καὶ ὅπως μιμεῖσθαι προσήκει, διδάσκει λέγων· «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν.» Θεοῦ τοιγαροῦν ὄντος τε φύσει καὶ ὀνομαζομένου Χριστοῦ, καὶ τοῦτο παρὰ τοῦ πεπιστευμένου τὸ Εὐαγγέλιον παρὰ Θεοῦ καὶ Πατρὸς, τίς τῶν ἕτερα λεγόντων ἀνέξεται; Ὁ δὲ φύσει Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; ΑΛΛΟ. «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἰδοὺ πάλιν Χριστὸν ὀνομάσας, εὐθὺς αὐτὸν εἰσφέρει καὶ Θεὸν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ βασιλεύοντος, αὐτοῦ τε αὖ πάλιν ἐν τῷ Πατρὶ, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἓν δὲ τῶν πάντων ἡ βασιλεία, κοινὴ μὲν Υἱῷ πρὸς Πατέρα, κοινὴ δὲ Πατρὶ πρὸς Υἱὸν, συμβασιλεύοντος δηλαδὴ τοῦ ἁγίου Πνεύματος· οὕτω γὰρ ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, εἰς τὴν μίαν τῆς θεότητος ἀναφέρεται φύσιν. Πῶς οὖν ποίημα ὁ βασιλεύων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς Θεὸς Λόγος; ΑΛΛΟ. «Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Καὶ τίνες ἂν εἶεν οἱ τῆς ἀπειθείας υἱοὶ, εἰ μὴ πάντως οἱ διὰ τοῦ πλημμελεῖν τῶν τοῦ Σωτῆρος ἀποσκιρτήσαντες νόμων; Εἰ δὲ τούτοις ἐπάγων τὴν ὀργὴν, αὐτός ἐστιν ὁ Σωτὴρ διὰ τοῦ λέγειν· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» καὶ Θεὸν αὐτὸν ὁ μακάριος Παῦλος οἶδέ τε ὄντα, καὶ εἰσφέρει διὰ τούτων· τίς τῶν ποίημα λεγόντων ἀνέξεται; ΑΛΛΟ. «Διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ Κυρίου τὸ δύνασθαι φωτίζειν, ἔργον ἐστὶ φωτός· φωτίζει δὲ ὁ Χριστός· φῶς ἄρα ἐστὶ, καὶ φῶς ἀληθινόν. «Ἡ γὰρ σκοτεία αὐτὸν οὐ κατέλαβε.» Φῶς δὲ καὶ ὁ Πατὴρ ἀληθινὸν, φῶς ἄρα ἐκ τοῦ φωτὸς ὁ Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Τὸ ἐκ μετοχῆς ἑτέρου τὸ δύνασθαι φωτίζειν ἐσχη-