Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.481
Not analysed yet
κὸς, ἐπίκτητον ἔχει τὴν χάριν, καὶ οὐκ ἂν αὐτὸ κυρίως ὀνομάζοιτο φῶς. Ὁ δὲ Υἱὸς οὐχ οὕτως· «Ἐγὼ γάρ εἰμι, φησὶ, τὸ φῶς.» Ἀληθινὸν ἄρα φῶς ὥσπερ καὶ ὁ Πατήρ. Τὸ δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ φύσιν ἀπαραλλάκτως ἔχον, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; Ὥρα γὰρ ἤδη καὶ αὐτὸν τὸν Πατέρα τοῦτο καλεῖν, ὅπερ ἐστὶν ἀτοπώτατον, καὶ ἄμετρον ἔχον τὴν δυσφημίαν. ΑΛΛΟ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.» Εἰ μηδὲν τῶν προσόντων τῇ θείᾳ φύσει πλεονεκτημάτων ἐν οὐδενὶ τῶν γενητῶν εὑρίσκεται φυσικῶς τε καὶ κυρίως ὑπάρχον, ἐνεσπαρμένον δὲ μᾶλλον καὶ ἐντεθειμένον παρὰ τοῦ πεποιηκότος αὐτὰ, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλος τοιοῦτόν τινα κατὰ πάντων ὅρον τιθεὶς ἀληθέστατον· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» λέγει· πρόδηλον ὅτι καὶ ἡ ἁγιότης ἐν μόνῳ κεῖται Θεῷ, ἐν δὲ τοῖς ἄλλοις οὐκ ἔτι. Ἁγιάζεται γὰρ μᾶλλον παρὰ τοῦ ἁγίου Θεοῦ, καθάπερ ἀπὸ πηγῆς δεχόμενα τὸν ἁγιασμόν. Αὐτὰ δὲ ἁγιάζειν οὐ δύναται. Οὐκοῦν εἰ μηδενὸς τῶν πεποιημένων ἁγιάζειν ἰσχύοντος, τοῦτο ποιῶν εὑρίσκεται Χριστὸς, ἕτερος ἔσται κατὰ φύσιν ὡς πρὸς αὐτά. Ὁ δὲ τὸ εἶναι ποίημα διαφυγὼν, καὶ τὰ τῆς θείας φύσεως ἔχων ἀγαθὰ, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Ἐκ τῆς πρὸς Φιλιππησίους. «Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἄμωμα.» Εἰ, καθάπερ αὐτός πού φησιν ὁ μακάριος Παῦλος, Χριστός ἐστιν ὁ λέγων περὶ ἡμῶν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός·» αὐτοῦ δηλονότι τέκνα ἐσμὲν διὰ προσοχῆς ἀμώμητα.» Θεὸς οὖν ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα; ΑΛΛΟ. «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.» —»Κάθου ἐκ δεξιῶν μου,» φησί που πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ' ἰδοὺ καὶ Παῦλος ἐπιμαρτυρεῖ τὸ δύνασθαι τῷ Υἱῷ καὶ ὑποτάττειν ἑαυτῷ τὰ πάντα, καὶ τοῦτο ῥᾳδίως ἐπιτελέσειν, ὅπερ ἐν μόνῃ κεῖται τῇ τοῦ Πατρὸς ἰσχύϊ. Ἐπειδὴ δὲ ἁπλοῦς ὁ Θεὸς, οὐχ ἕτερόν τι παρ' αὐτὸν ἡ ἰσχὺς ἡ ἐν αὐτῷ, ἀλλ' αὐτὸς δηλονότι ὁ Υἱὸς, μίαν ἔχων ὡς πρὸς αὐτὸν τὴν οὐσίαν, καὶ τῇ ταυτότητι τῆς φύσεως ὥσπερ ἐνυπάρχων πρὸς τὸν γεννήσαντα, εἰ καὶ Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐξέλαμψεν ἐκ φωτὸς, Υἱὸς καὶ οὐ Πατὴρ νοούμενος. Εἰ τοίνυν πᾶσα ἐνέργεια καὶ δύναμις τοῦ