Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.488
Not analysed yet
καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Εἰ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη, οὐκ ἂν τοῖς πᾶσι συναριθμοῖτο δικαίως, πάντων δὲ μᾶλλον αὐτὸς ἔξω κείσεται. Ἐν γὰρ τῷ «τὰ πάντα» εἰπεῖν, οὐδὲν ἀφῆκεν ἐκτὸς τῶν ὅσα πρὸς γένεσιν ἐξ οὐκ ὄντων ἐνεχθέντα φαίνεται. Εἰ δὲ πάντα δι' αὐτοῦ, καὶ αὐτὸς τῶν πάντων ἕτερος, πῶς ἂν εἴη κτίσμα, ὁ τὸ ἐν τοῖς πᾶσιν εἶναι διαφυγὼν διὰ τὸ τῆς φύσεως ἐξηλλαγμένον; ΑΛΛΟ. «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχων ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ πάντων ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ, εἰς πᾶν τὸ πλῆθος τῆς πληροφορίας τῆς συνέσεως εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Εἰ πάσης γνώσεως μέτρον ὑπεραίρει τὸ περὶ Θεοῦ μυστήριον, καὶ πάσης σοφίας τε καὶ συνέσεως τὸ ἀκρότατον ἐν τοῖς περὶ αὐτοῦ λόγοις ὁρᾶται, καὶ ἐν τῷ μυστηρίῳ τῷ περὶ Χριστοῦ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι, πῶς οὐκ ἔσται Θεὸς, ὁ πάσης μὲν γλώττης ἀναβαίνων τὸ μέτρον, πάντα δὲ νοῦν καὶ σοφίαν ἐξαλλόμενος, οὗ πρὸς κατάληψιν οὐδὲν ἐξαρκεῖν τῶν πεποιημένων φαίνεται; «Τὴν γενεὰν γὰρ αὐτοῦ τίς διηγήσεται;» καθά φησιν ὁ προφήτης. ΑΛΛΟ. «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Εἰ τῶν πεποιημένων οὐδὲν τῷ βασιλεῖ τῶν ὅλων ὁμόθρονόν τέ ἐστι καὶ σύνεδρον («Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;») ,πάντες δὲ μᾶλλόν εἰσι λειτουργικὰ πνεύματα, εἶτα μόνος ἔχων ὁ Υἱὸς τὸ ἀξίωμα φαίνεται, καὶ συνεδρεύει καὶ συμβασιλεύει τῷ Πατρί· πῶς ἂν εἴη τῶν πεποιημένων εἷς, ὁ τὸ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀξίωμα φέρων, ὡς Θεὸς, καὶ τῶν βασιλικῶν θρόνων τῷ γεννήσαντι κοινωνός; ΑΛΛΟ. «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ὑμῖν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἰ ἐν Θεῷ πάντες καὶ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς ἡ πάντων ζωή; Εἰ γὰρ μόνῳ τὸ δύνασθαι ζωογονεῖν πρόσεστι κατὰ φύσιν Θεῷ, τῶν πεποιημένων οὐδὲν ζωὴ κυρίως τε καὶ ἀληθῶς κληθήσεται, ζωῆς δὲ μᾶλλον τῆς τοῦ χορηγοῦντος μέτοχον. Εἰ δὲ ἐν Χριστῷ τὸ ἐψευσμένον οὐδὲν (ἀλήθεια γὰρ), ζωὴ κατὰ φύσιν ἄρα ἐστίν· εἰ δὲ τοῦτο, καὶ Θεός. ΑΛΛΟ. «Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν