Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.485
Not analysed yet
δὸς ἡμῖν· Πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν εἰ Θεὸν ὁ Παῦλος οἶδέ τε ὄντα καὶ ὁμολογεῖ τὸν Υἱὸν, οἰχέσθω μακρὰν τῶν ἕτερα δοξαζόντων ὁ λῆρος. ΑΛΛΟ. «Τὸ λοιπὸν ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.» Ἰδοὺ πάλιν Θεὸν ἐνθάδε καλεῖ τὸν λέγοντα Χριστόν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ἐφαρμόσεις τοίνυν καὶ τούτοις τὸν ἐν τοῖς ὀπίσω προαποδοθέντα λόγον. Ἐκ τῆς πρὸς Κολοσσαεῖς. «Ἐν παντὶ, φησὶν, ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ Θεοῦ.» Εἰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐπιγινώσκοντες διὰ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων, οὐχ ἕν τι τῶν ποιημάτων, ἀλλ' αὐτὸν ἤδη τὸν ἐπὶ πάντων Θεὸν ἐπιγινώσκομεν, πῶς οὐκ ἔστι κατὰ ἀλήθειαν Θεὸς ὁ Υἱὸς, συνεισάγων μὲν ἑαυτῷ τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ἀντεισφερόμενος δὲ αὖθις διὰ τῆς τοῦ Πατρὸς ἐπωνυμίας ὡς Υἱός; Ἀνάγκη γὰρ θάτερον ἐν θατέρῳ· ἐπείπερ οὗτος τῶν ὡς πρός τι ἐχόντων ὀνομάτων ὁ τύπος. Καὶ αὐτὸς δέ πού φησιν ὁ Σωτὴρ ὡς πρὸς τὸν ἴδιον Πατέρα· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις,» γνωστὸν ἐμαυτὸν δηλονότι καταστήσας αὐτοῖς. Ἅμα γὰρ ἔγνω τις τί ἐστιν Υἱὸς, ἔγνω καὶ τοῦ γεγεννηκότος τὸν ὅρον, ἤτοι τὸ τί ἐστι Πατήρ. Ὅτε τοίνυν Υἱός ἐστι καὶ Θεὸς, πῶς ἂν εἴη πεποιημένος ὑπ' αὐτοῦ, καὶ οὐχὶ μᾶλλον γεγεννημένος, ὡς ἐκ Πατρός; Ὅπερ ἐστὶ καὶ ἀληθές. ΑΛΛΟ. Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Πᾶσαν τῶν γενητῶν τὴν φύσιν τῷ κανόνι τῆς πρὸς Θεὸν δουλείας, ὑποτίθησιν ἡ θεία Γραφὴ λέγουσα, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Μόνῳ δὲ τῷ Θεῷ τὸ βασιλικὸν ἀξίωμα τετήρηκεν ὡς ἐξαίρετον συνημμένως βοῶσα· «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὡς ἑπομένου πάντως τῷ κατὰ φύσιν βασιλεῖ τοῦ εἶναι καὶ Θεόν. Οὐκοῦν εἰ μηδενὸς ἑτέρου τῶν γενητῶν εἰς τὴν βασιλίδα παραλαμβανομένου τιμὴν, κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν βασιλεύει μετὰ Πατρὸς ὁ Υἱὸς, πῶς ἂν εἴη τῶν γενητῶν ὁ τῆς θείας τε καὶ πατρῴας οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τὰ ἴδια καὶ ἐξαίρετα; ΑΛΛΟ. «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς