Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.496
Not analysed yet
τοὺς αἰῶνας ἐποίησε. «Πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις ἀριθμηθήσεται; Ἐπεὶ καὶ πᾶν ὅπερ ἂν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀΐδιον, ὡς ἐξαίρετον, τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει. ΑΛΛΟ. «Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἵν' οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς πρὸς Μωσέα, καὶ δι' αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. Τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. Εἰ τοίνυν ὁ μὲν ὡς θεράπων, ὁ δὲ ὡς Υἱός· καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ, ἀλλ' ἐπὶ τὸν οἶκον αὐτοῦ· πῶς ἔσται λοιπὸν ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; Ὁ δὲ Μωσῇ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴν ἄλλως ὁμόδουλος, οὐκ ἂν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὁμοφυὴς συντάττοιτο. Πρὸς γὰρ τὰ πεποιημένα, καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μωσέως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ σχήματος. Εἰ πᾶν τὸ εἰς γένεσιν ἐναχθὲν, δοῦλόν ἐστι τοῦ πεποιηκότος Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς μελῳδούμενον, ὅτι «Τὰ σύμπαντα δοῦλα σὰ,» ἐλεύθεροι δέ εἰσιν οἱ υἱοὶ, κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, πῶς ἂν ἐνδέχοιτο τῆς αὐτῆς εἶναι φύσεως τοῖς διὰ τὸ πεποιῆσθαι δουλεύουσι τὸν διὰ τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν ἐλεύθερον Υἱόν; ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ, εἰς τὸ, «Οὗ οἶκός ἐσμεν ἡμεῖς.» Εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, ὅτι «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» πῶς νῦν ἡμεῖς οἶκός ἐσμεν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; «Ἀλλ' εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ οἶκος τοῦ Υἱοῦ ἐσμέν τε καὶ χρηματίζομεν.» Θεὸς ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ' αὐτῇ τοῖς ἁγίοις τὰ γέρα, καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. Τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός πού φησιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.» Εἴπερ οὖν ὁ τὴν πίστιν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν, Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός;