Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.497
Not analysed yet
Πῶς δὲ κτίσμα ἢ ποίημα, τοῦτο ὑπάρχων, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα; Ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν ὁμοίως καὶ ὁ Υἱός. ΑΛΛΟ. «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμοῦ τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ταῦτα δὴ πάλιν ἔξεστιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς, οἷσπερ ἂν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν. Τοῦ Θεοῦ καὶ Πατρὸς τοιγαροῦν φέροντος ἑτοίμως πάντα, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος, ποτὲ μέν· «Τίς οὗτος ὁ κρύπτων με βουλήν;» ποτὲ δέ· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» ταῦτα προσεῖναι καὶ τῷ Υἱῷ, δι' ὧν ἔφησεν ὁ Παῦλος ἐπιμαρτυρεῖ· εἶτα ζῶντος καὶ τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν, ζῶντα καὶ τὸν Λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. Πάντων οὖν ὅσα δίκαια πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς οὐκ ἔσται, ποίημα λέγων αὐτὸν, τοῖς ἀφύκτοις τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχος; Πῶς γὰρ οὐκ εἶεν ἀλλήλοις ὁμοφυῆ τὰ τῆς αὐτῆς ὄντα φύσεώς τε καὶ οὐσιώδους ἐνεργείας; ΑΛΛΟ. «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.» Εἰ τῶν ποιημάτων οὐδὲν προαιώνιον ἔχει τὴν ὕπαρξιν, τῷ δὲ θείῳ ῥήματι, τουτέστι, τῷ Θεῷ Λόγῳ καὶ Υἱῷ καὶ αὐτοὺς κατηρτίσθαι τοὺς αἰῶνας πιστεύομεν, ἀνάγκη προϋπάρχειν αὐτὸν καὶ τῶν αἰώνων ὁμολογεῖν. Ὢν γὰρ καὶ ὑπάρχων πρότερον αὐτὸς, τοὺς οὐκ ὄντας αἰῶνάς ποτε πρὸς τὸ εἶναι παράγει. Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Πῶς δὲ πάλιν ἐν τοῖς ὑπὸ χρόνον ὁ χρόνων ἐργάτης, καὶ τὴν μόνην πρέπουσαν τῷ Θεῷ καὶ Πατρὶ φέρων ἀϊδιότητα; ΑΛΛΟ. «Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ὅρα πάλιν ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ. Εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ ἔργα αὐτοῦ. διά τοι τοῦτο καὶ τοὺς εὐποιοῦντας τὸν πλησίον ἀποδεχόμενος, καὶ λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με·» πῶς οὐκ ἔσται Θεὸς, οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ