Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.500
Not analysed yet
ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν· Ἐκ τῆς πρὸς Τιμόθεον αʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Ἰδοὺ κατ' ἐπιταγὴν Θεοῦ τοῦ Σωτῆρος ἡμῶν ἀναδεδέχθαι τὴν τῆς ἀποστολῆς λειτουργίαν ὁ Παῦλος διισχυρίσατο. Ἀλλ' ἴδωμεν ἐξετάζοντες ἀπὸ τῆς θείας Γραφῆς, εἰ μὴ Χριστός ἐστιν ὁ ἐπιτάξας αὐτῷ. Ὅτε τοίνυν πορθήσων, ὡς γέγραπται, τοὺς μαθητὰς ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν ἠπείγετο, κατὰ μέσην ὄντι τὴν ὁδὸν, ἐπιφαίνεται Χριστὸς λέγων· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» Παύλου δὲ ἀναπυνθανομένου καὶ λέγοντος· «Τίς εἶ, Κύριε; Ἐγὼ, φησὶν, εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.» Τί οὖν ἄρα πρὸς αὐτὸν ἐλαλήθη πάλιν, ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων εὑρίσκομεν, ὅτι «Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Εἶτα πάλιν γέγραπται περὶ αὐτῶν, ὅτι «Οἱ μὲν οὖν πεμφθέντες διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ἀπῆλθον εἰς Σελεύκειαν, ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων.» Ὁρᾷς ὅπως κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος κηρύξων ἀποστέλλεται; Ὅτε τοίνυν καὶ Θεὸν αὐτὸν, καὶ Σωτῆρα, καὶ ἐλπίδα ἡμῶν ἀποκαλεῖ, πῶς οὐ λίαν ἀσεβὲς τὸ ποίημα λέγειν τὸν Υἱόν; Εὑρεθησόμεθα γὰρ, ἂν οὕτως ἔχῃ, καὶ ποιήματι λατρεύοντες, καὶ διὰ ποιήματος ἀνασεσωσμένοι, καὶ εἰς ποίημα τὴν ἐλπίδα ἔχοντες, καὶ τὸ πλέον οὐδὲν ἡμῖν παρὰ τοὺς τῇ κτίσει λατρεύοντας. ΑΛΛΟ. «Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις.» Εἶτα τούτοις ἕτερα προσαριθμήσας κακὰ, τελευταῖον ἐνάγει· «Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Τίνος οὖν ὁ Παῦλος ἐπιστεύθη τὸ Εὐαγγέλιον; Τίνος δὲ κήρυξ ἐστὶ καὶ ἀπόστολος, εἰ μὴ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ; ὃν δὴ μακάριον ὀνομάζων Θεὸν, ποιητὸν εἶναι λέγειν οὐκ ἐπιτρέπει τισί. Πῶς γὰρ ἔτι Θεὸς τὸ πεποιημένον καὶ πρόσφατον; Εἰ γὰρ πᾶν τὸ κτιζόμενον καὶ γενητὴν ἔχον τὴν οὐσίαν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλεῖται, πῶς οὐ πρόσφατον; Τὸ δὲ τοιοῦτον, οὐ Θεός· «Οὐ γὰρ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» φησὶν ἡ θεία Γραφή. Ἐπειδὴ Θεὸς ὁ Υἱὸς, οὐ πρόσφατος ἄρα. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν ὁ μακάριος Παῦλος ἐπιστεύθη παρ' αὐτοῦ, δηλοῖ πάλιν αὐτὸς ἐν