Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.504
Not analysed yet
τες, ἀλήθεια δὲ ὁ Χριστὸς, αὐτὸς ἄρα ἐστὶν ὁ Θεὸς καὶ Σωτήρ. Εἰ δὲ τοῦτο, πῶς οὐ φύσει Θεὸς ὁ Υἱός; Πῶς δὲ καὶ ὁ φύσει Υἱὸς ἐν ποιήμασι ἐξαριθμοῖτο; Ἄτοπον γὰρ ὁμοῦ τε καὶ δύσφημον. Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον καὶ Σωτὴρ, ἐκ Σωτῆρος καὶ Θεοῦ Πατρός. ΑΛΛΟ. «Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.» Εἰ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς ὁ Χριστὸς, οὐ φύσει καὶ οὐσιωδῶς Θεῷ τε καὶ ἀνθρώποις συναπτόμενος, διαλλάττων δὲ μόνον, καὶ εἰς φιλίαν εἰσάγων τὰ τῆς πρὸς ἄλληλα κοινωνίας ἀποστατήσαντα, τουτέστιν ἄνθρωπον καὶ Θεὸν, πῶς ἕνα φησὶν ὁ Παῦλος αὐτόν; ἐπεὶ καὶ ἕτεροι τῶν ἁγίων πολλοὶ τῆς τοιαύτης ἠξίωνται λειτουργίας, καὶ αὐτὸς δὴ πρῶτος, ἀναβοῶν· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ» Γέγονε μεσίτης καὶ ὁ μακάριος Μωσῆς διακονήσας τοῖς υἱοῖς Ἰσραὴλ τὸν παρὰ Θεοῦ νόμον. Μεσίτης ὑπῆρχε καὶ ὁ πάνσοφος Ἱερεμίας λέγων πρὸς Θεὸν ὡς περὶ τῶν ἐκ γένους Ἰσραήλ· «Μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν.» Ἀλλὰ καὶ ἕκαστος τῶν ἁγίων προφητῶν τοῦτο πεποιηκὼς εὑρίσκεται. Πῶς οὖν μεσίτης εἷς ὁ Χριστὸς, εἰ μή τι ξένον τὸ ἐπ' αὐτοῦ; Ἀλλ' ἔστιν εἷς, ὡς ὁ Παῦλος ἀληθεύων φησί. Ξένως ἄρα καὶ οὐχ ὁμοίως τοῖς ἄλλοις, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οὐκοῦν ἐπειδήπερ τὸ δύο τινῶν κατὰ μέσου κείμενον, ἀμφοτέρων δηλαδὴ τοῖς ἰδίοις ἄκροις ἐφάπτεται, συνέχων εἰς ἑνότητα τὰ διῃρημένα, μεσίτης δὲ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Χριστὸς, πρόδηλον ὅτι Θεοῦ μὲν ὡς Θεὸς, ἀνθρώπων δὲ ὡς ἄνθρωπος ἅπτεται φυσικῶς. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως εἰς ἑνότητα καὶ κοινωνίαν τῆς θείας οὐσίας τὴν ἀνθρώπου φύσιν ἀναδεσμῶν. Ἐπεὶ πῶς ἂν ἑτέρως εὑρισκοίμεθα θείας φύσεως κοινωνοί; Οὐκοῦν εἴπερ ἐστὶ φύσει Θεὸς, τῷ κατὰ φύσιν Θεῷ καὶ Πατρὶ συμφυής τε καὶ ὁμοούσιος, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πολλὴν ἔχοντος τοῦ λόγου τὴν ἀτοπίαν; ΑΛΛΟ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Ὁ μακάριος Ψαλμῳδὸς διὰ Πνεύματος ἁγίου τὰ ἐσόμενα ὁρῶν, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν χάριν ἐκδιδασκόμενος, ἀνεφώνει βοῶν ὡς πρὸς αὐτόν· «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὅτι τοίνυν ἡ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, καὶ ἐπ' αὐτῷ πάντες ἠλπίκαμεν οἱ πιστεύοντες, Θεὸν δὲ ζῶντα ὁ Παῦλος αὐτὸν ἀποκαλεῖ, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων, πῶς ἔσται τῶν γενητῶν εἷς τις καὶ αὐτὸς,