Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.505
Not analysed yet
καὶ οὐχὶ μᾶλλον Υἱὸς ζῶν ἐκ ζῶντος Πατρὸς, διαβαινούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος. ΑΛΛΟ. «Παραγγέλλω σοι, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Αὐτὸς ἄρα τὴν ἑαυτοῦ παρουσίαν καιροῖς ἰδίοις δείξει Χριστὸς, ἢ μᾶλλον ὁ τούτου Πατήρ. Εἰ μὲν οὖν αὐτὸν εἶναί φαμεν τὸν ἐπιδεικνύντα Χριστὸν, πῶς ὁ τοσούτοις ἀξιώμασι φυσικοῖς εἰς ἀκρότητα δόξης μαρτυρούμενος γενητὸς εἶναι νομισθήσεται; Φθάσει γὰρ οὕτω δυνάμει καὶ ἐφ' ἕκαστον τῶν γενητῶν, ἃ μόνον πρέπει τῇ θείᾳ φύσει. Καὶ οὐδὲν ἔσται λοιπὸν ἐν αὐτῇ τὸ παράδοξον, εἴπερ ὅλως καὶ τοῖς γενητοῖς προσεῖναι ταῦτα δύναται φυσικῶς, ἅπερ ἂν αὐτῆς ὑπάρχει καὶ μόνης ἴδια. Ἀλλ' οὐδὲν κοινὸν, εἰς θεότητος λόγον, τοῖς πεποιημένοις πρὸς τὸν ποιητὴν, πάντα δὲ πρόσεστι τῷ Κυρίῳ τὰ τοῦ Πατρὸς ἴδια, καὶ ἡ τῆς θεότητος φύσις ἐν αὐτῷ διαγράφεται, οὐκ ἄρα τῶν ποιημάτων εἷς ἔσται. Εἰ δὲ ὁ Πατὴρ ἐπιδείξει τοῦ Υἱοῦ τὴν παρουσίαν, καὶ αὐτῷ μᾶλλον τῶν θεοπρεπῶν ἀξιωμάτων τὸν κατάλογον περιτίθησι τῆς ἀληθείας ὁ κήρυξ, πῶς μόνου τοῦ Πατρὸς ἀθανασίαν ἔχοντος, ἔχει ταύτην ὁ Υἱός; «Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ζωή.» Ἀλλ' ἔστι δηλονότι τῆς τοῦ Πατρὸς οὐσίας οὐκ ἀλλότριος ὢν, οὐδὲ εἰς ἔκφυλόν τινα καὶ ξένην ἐκβεβηκὼς ἰδιότητα, καθάπερ τὰ πεποιημένα. Μένει δὲ καὶ σώζεται καὶ ἔστιν εἰκὼν τοῦ γεννήσαντος ἀπαράλλακτος, καὶ διὰ τοῦτο διαφεύγων τὸ εἶναι γενητὸς, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴ πάλιν ἐκ ζωῆς. Οὐκ ἄρα ποίημα ἢ κτίσμα ἐστὶ κατὰ τάς τινων ἀθυρογλωσσίας. Ἐκ τῆς πρὸς Τιμόθεον βʹ. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ.» Ἰδοὺ πάλιν ἀναφανδὸν καὶ Θεὸν καὶ Σωτῆρα τὸν Υἱὸν ὀνομάζει. Αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἡμᾶς, διὰ τοῦ λέγειν· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Πῶς οὖν ἔσται γενητὸς, εἴπερ ὄντως ἐστὶ καὶ Θεὸς καὶ Σωτήρ; Οὐ γὰρ ἂν διὰ κτίσματος, ἀλλὰ διὰ μόνου Θεοῦ σεσώσμεθα. Ἐκ τῆς πρὸς Τῖτον. «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,