Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.509
Not analysed yet
με δεῖ ποιεῖν, ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ.» Ὁ πιστεύσας εἰς τὸν Κύριον Ἰησοῦν, κατὰ τὴν τῶν ἀποστόλων παραίνεσιν, ὡς Θεῷ πιστεύσας ἠγαλλιάσατο πανοικεὶ πεπιστευκώς. Ἀλλ' εἴπερ ἦν ποίημα καὶ κτίσμα ὁ Υἱὸς, κατὰ τὸν δυσσεβῆ τῶν αἱρετικῶν λόγον, διατί μὴ πρὸς γνῶσιν ἀληθῆ χειραγωγεῖται παρὰ τῶν ἀποστόλων ὁ δεσμοφύλαξ, ἀκούων· Οὐκ εἰς Θεὸν, ὦ οὗτος, ἐπίστευσας, ἀλλ' εἰς ἕν τι τῶν ποιημάτων καὶ γενητῶν; Νυνὶ δὲ, τοῦτο μὲν εἰπόντες οὐ φαίνονται, ἦν δὲ μᾶλλον αὐτοῖς καὶ λίαν ἀποδεκτὸς ὡς ἄριστα διατιθέμενος, καὶ ἀληθῆ περὶ τῆς πίστεως τὴν διάληψιν ἔχων. Καὶ πῶς οὐκ ἤδη παντί τῳ σαφὲς, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη κτίσμα καὶ ποίημα; Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. «Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.» Θεὸν ἐνθάδε καὶ Κύριον ἀποκαλεῖ τὸν Ἰησοῦν Χριστὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων τῆς ἀληθείας ὁ κήρυξ. Καὶ πῶς εἰς τοσοῦτον ἀποθρασύνεται τῶν ἑτεροδοξούντων ὁ νοῦς, ὡς τὸν οὕτως ἔχοντα φύσεως Υἱὸν, γενητὸν ἢ ποιητὸν ὑπολαμβάνειν; Οὐ γὰρ ἔξω θήσουσι ψόγου τὸν Πατέρα καὶ Θεὸν ὄντα φύσει καὶ Κύριον, ὥσπερ οὖν καὶ ἔστιν ὁ Υἱὸς, εἴπερ ὅλως ἐνδέχεται γενητῆς εἶναι φύσεως τὸν ὄντως Θεόν. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ γυμνὴν ἔχων φαίνεται τὴν εὐσέβειαν. Οὐκοῦν οὐ κτίσμα ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον οὐσιωδῶς καὶ Κύριος, ὥσπερ ὁ ἐξ οὗπερ ἐτέχθη Πατήρ. ΑΛΛΟ. «Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Ἐν τοῖς ἁγίοις προφήταις ὁ Θεός πού φησι· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς οὖν ἔσται τῆς δόξης Κύριος ὁ Υἱὸς, εἴπερ ὄντως ἀλλογενής τέ ἐστι, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἀλλότριος; Οὐδὲν γὰρ φορέσει τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν, εἴπερ ὅλως εἴη πεποιημένον. Ἀλλ' ἔστι Κύριος τῆς δόξης ὁ Υἱός· οὐ γὰρ ψεύδεται τῆς ἀληθείας τὸ Πνεῦμα τὸ ἐν τοῖς ἁγίοις τὰ τοιαῦτα λαλοῦν. Οὐκοῦν οὐ γενητὸς, εἰκὼν δὲ μᾶλλον καὶ χαρακτὴρ τοῦ Πατρὸς, ὅς ἐστι τῆς δόξης Κύριος. ᾯ δὲ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια, ἕποιτο ἂν εἰκότως μετὰ τῶν ἄλλων καὶ τὸ εἶναι τῆς δόξης Κύριον. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινω-