Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.508
Not analysed yet
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, ἔστι δὲ καὶ Θεὸς μέγας καὶ Σωτὴρ, πῶς οὐ λίαν εἰσὶ δυσσεβεῖς καὶ παράφρονες οἱ ποίημα λέγοντες τὸν Υἱὸν, καὶ ἐν δούλοις κατατάττειν τολμῶντες τὸν ᾧ πάντα πρόσεστιν, ὅσα μόνῃ πρέπει τῇ θείᾳ φύσει, καὶ δι' ὧν ὄντως τοῦτο οὖσα γινώσκεται; ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔστι Κύριος ἐλπὶς αὐτοῦ, κρατήσει πάντως καὶ ἐναντίον· ἔξω γὰρ ἁπάσης εὐλογίας κείσεταί τις οὐκ ἔχων ἐπὶ Θεὸν τὴν ἐλπίδα. Εἴπερ οὖν κτίσμα καὶ ποίημά ἐστιν ὁ Υἱὸς, δοῦλος ἄρα ἐστὶ, καὶ οὐ φύσει Κύριος. Πῶς οὖν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν, «Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ, οἱ τὴν ἐλπίδα ἔχοντες εἰς αὐτόν;» Πῶς δὲ καὶ αὐτὸς ἀληθεύσει λέγων ὁ Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ;» Κύριος ἄρα κατὰ φύσιν ἐστὶν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Κατὰ γὰρ τῶν ποιημάτων λέγεται· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Ἐκ τῶν Πράξεων. «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, πειράζοντες εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα κέκληκεν Ἰησοῦ. Ὅτε τοίνυν τὸ τοῦ Πατρὸς Πνεῦμα, καὶ Υἱοῦ Πνεῦμά ἐστι, πῶς οὐκ ἔσται κατὰ φύσιν Θεὸς ὁ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ καὶ Πατρὸς ἔχων οὐσιωδῶς τὰ ἴδια καὶ ἐξαίρετα; Ἄλλως τε κἀκεῖνο πρὸς τῷδε θεωρητέον. Εἰ μὲν γὰρ ἀγγέλου τυχὸν ἢ ἑτέρας τινὸς λογικῆς δυνάμεως εἴρηταί ποτε Πνεῦμα τὸ ἐν Θεῷ φυσικῶς ἅγιον Πνεῦμα, τετάχθω μετὰ τῶν ποιημάτων καὶ ὁ Υἱὸς, οὐδὲν ἔχων ὡς πρὸς ταῦτα τὸ πλέον αὐτοῦ, κἂν Πνεῦμα αὐτοῦ λέγηται τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ ἐπὶ μόνου φέρεται τοῦ κατὰ φύσιν ὄντος Υἱοῦ τὸ τοιοῦτον, πῶς ἂν εἴη τοῖς ἄλλοις ὁμογενὴς, ὁ τοσοῦτον αὐτῶν ὑπερκείμενος, ὡς μόνον ἔχειν αὐτὸν τῆς πατρῴας φύσεως τὸ θεοπρεπὲς ἀξίωμα, καὶ κοινοποιεῖσθαι τὰ τῆς οὐσίας τῷ ἰδίῳ γεννήτορι; ΑΛΛΟ. «Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλός τε καὶ Σύλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς μέγας ἐγένετο, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησαν δὲ αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.» Εἶτα διὰ μέσον θεὶς τὸν ἐπὶ τούτῳ τοῦ δεσμοφύλακος θόρυβον, καὶ τὰς τοῦ Παύλου φωνὰς, πάλιν ἐπιφέρει· «Ἔντρομος δὲ γενόμενος (ὁ δεσμοφύλαξ δηλονότι), προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σύλᾳ. Καὶ προαγαγὼν αὐτοὺς εἰς τὸ ἔξω, ἔφη· Κύριοι, τί