Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.513
Not analysed yet
χαρακτῆρα, εἰς ὂν ἐνορῶντες τὴν τοῦ Πατρὸς φύσιν καταθεώμεθα κατὰ τὸ παρ' αὐτοῦ τοῖς μαθηταῖς εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Οὐκοῦν ἀγενήτου τυγχάνοντος τοῦ Πατρὸς, ἀγένητον εἶναι χρὴ καὶ τὸν Υἱόν· ἀγένητον δέ φημι τὸ μὴ πεποιημένον. ΑΛΛΟ. «Καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ὑμῖν.» Τὸ αἰῶνος ὄνομα, πολλάκις ἐπὶ Θεοῦ τέθειται παρὰ τῇ ἁγίᾳ Γραφῇ, ὡς τὴν ἐν τῷ χρόνῳ γένεσιν ἀναιροῦν ἐπὶ τῆς θείας καὶ ἀκηράτου φύσεως, ᾗ καὶ μόνῃ τὸ μὴ πεποιῆσθαι πρόσεστιν οὐσιωδῶς. Εἰ τοίνυν αἰώνιος ἦν ἡ ζωὴ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, τουτέστιν ὁ Υἱὸς, πῶς ἂν εἴη γενητὸς, κατὰ τήν τινων ἀβουλίαν; Τὸ γὰρ ὅλως γενηθὲν, οὐκ αἰώνιον. ΑΛΛΟ. «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν* τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Τί πάλιν ἐροῦσιν οἱ φιλεγκλήμονες αἱρετικοὶ καὶ πρὸς ταύτας τοῦ ἁγίου τὰς ἀψευδεῖς τε καὶ ἠκριβωμένας φωνάς; Εἰ Θεὸς ἀληθινὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα τοῦτό ἐστι καὶ οὐ χάριτι, καθάπερ καὶ τὰ ποιήματα. Ὁ δὲ φύσει Θεὸς, εἰ πεποίηται, κατ' αὐτοὺς, οὐδὲν ὅλως οὐδὲ ἐν τῷ Πατρὶ τὸ ἐξαίρετον, καὶ εἰ λέγοιτο φύσει Θεός. Τὸ γὰρ ἅπαξ ποιητὸν ἢ κτιστὸν τοῦ πεποιῆσθαι τὴν αἰτίαν, κἂν ποιηθὲν οὔπω φαίνηται, οὐδαμῶς διαφεύξεται, ποιεῖσθαι πεφυκός· ὥρα τοίνυν καὶ εἰς αὐτὸν εὐσεβεῖν* τὸν Πατέρα. Ἀλλ' οὐ παραδέχεται τὸν τοῦ πεποιῆσθαι λόγον ἡ θεία καὶ ἀκήρατος φύσις· τοῦτο δέ ἐστιν ὁ Υἱός· οὐκ ἄρα ποιητὸς, ἀγένητος δὲ μᾶλλον, ὡς φύσει Θεὸς καὶ ἀληθινὸς καὶ ζωὴ αἰώνιος. Ἐκ τῆς Ἰούδα Ἐπιστολῆς. «Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.» Εἰ κατὰ τὴν προκειμένην τοῦ ἁγίου φωνὴν διέσωσεν ὁ Ἰησοῦς ἐξ Αἰγύπτου τὸν λαὸν, αὐτὸς ἄρα ἐστὶν ὁ λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐγώ εἰμι ὁ ὤν· ἀκούων ἤκουσα τοῦ στεναγμοῦ τῶν υἱῶν Ἰσραὴλ, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς.» Εἴπερ οὖν ὄντως αὐτός ἐστιν ὁ ὢν, πῶς ἂν εἴη καὶ γενητός; Οὐκ ἔτι γὰρ ὢν, ἀλλὰ πεποιημένος. Ἀλλ' οὐ ψεύδεται Χριστός. Ὢν γάρ ἐστι καὶ ὑπάρχων ἀεὶ, οὐκ ἄρα πεποιημένος εὑρίσκεται, οὐδὲ ἀρχὴν τοῦ εἶναι λαχὼν τὴν ἐν χρόνῳ, καθάπερ τὰ ποιήματα. Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. «Ἰωσὴφ, υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει