Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.516
Not analysed yet
τὸν λαὸν αὐτοῦ ἁπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» Εἰ διασώζει τὸν οἰκεῖον λαὸν ὁ Υἱὸς, καὶ ἀφίησιν ἁμαρτίας, ὡς τοῦ νόμου Κύριος καὶ Θεὸς, τίς τοῖς ποιήμασι συντάξει τὸν εἴσω βεβηκότα τῶν τῆς θεότητος ὅρων, καὶ αὐτὸν κατὰ φύσιν ὄντα Θεόν; Οἶμαι δὲ ὅτι πᾶς ὅστις οὖν ἐρεῖ καὶ συνθήσεται μόνῳ χρεωστεῖσθαι Θεῷ τὸ κεκτῆσθαι λαὸν, ὡς Δεσπότῃ καὶ βασιλεῖ. ΑΛΛΟ. «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη Μεθ' ἡμῶν ὁ Θεὸς, ὃ δὴ καὶ γέγονεν ὅτε διὰ γυναικὸς ἐγεννήθη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. Οὐκ ἀγγέλου δὲ ὅλως, ἀλλ' οὐδὲ ἑτέρου τινὸς εὕρημα τῶν γενητῶν τὸ Ἐμμανουὴλ, ἀλλ' ὁ Πατὴρ οὕτως ὠνόμασε τὸν Υἱὸν, καὶ μαρτυρήσει λέγων ὁ ἅγιος προφήτης περὶ τοῦ θείου γεννήματος· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτό.» Καινὸν γὰρ ὄντως ὄνομα τῷ Υἱῷ τὸ Ἐμμανουὴλ, τουτέστι, Μεθ' ἡμῶν ὁ Θεός. Πρὸ μὲν γὰρ τῆς μετὰ σαρκὸς ἐν τῷ κόσμῳ παρουσίας, αὐτὸ δὴ τοῦτο γυμνῶς ἦν τε καὶ ἐκαλεῖτο Θεός· μετὰ δὲ τὴν ἐκ Παρθένου γέννησιν, οὐκέτι μόνον Θεὸς, ἀλλὰ μεθ' ἡμῶν, τουτέστιν, ἐνανθρωπήσας Θεός. Θεὸν τοιγαροῦν ὀνομάζοντος τοῦ Πατρὸς τὸν ἴδιον Υἱὸν, ἐρυθριάτωσαν οἱ πεποιῆσθαι λέγοντες αὐτὸν δυσσεβῶς τε καὶ ἀμαθῶς. Ὁ γὰρ φύσει Θεὸς, οὐκ ἔστι ποίημα. ΑΛΛΟ. «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ὅτι Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσει, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει.» Δέχου μοι πάλιν ἐνθάδε τοιόνδε τινὰ λογισμὸν, καὶ περιάθρει σαφῶς εἰ μή σοι φανοῦμαι λέγων ὀρθῶς· Ἐπειδὴ μόνῳ τὸ νομοθετεῖν βασιλεῖ πρεπωδέστατον, οὐδενὶ τῶν ὄντων ἐφίησι Θεὸς προσθεῖναί τι τοῖς παρ' αὐτοῦ διὰ Μωσέως τετυπωμένοις. Λέγει γάρ· Ἐπ' αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Εἰ δὲ ἀφεῖλε τὸ ἔλαττον ὁ Σωτὴρ, προσέθηκε δὲ τὸ μεῖζον καὶ τελεώτερον, ὡς Θεὸς ἄρα καὶ τοῦ νόμου Κύριος τοῦτο ἐργάζεται, ἢ πάντως, εἰ μὴ τοῦτό ἐστιν, οὐκ ἂν εἴη παρανομίας ἐλεύθερος, παραλύσας τὴν ἐντολήν. Ἀλλ' ἔστιν ἀληθὲς τὸ γεγραμμένον, «Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν.» Ὡς Θεὸς ἄρα τὴν μὲν πρώτην ἀπεσκεύασεν ἐντολὴν, ἀντεισφέρει δὲ τὴν δευτέραν ἐξουσιαστικῶς. Τοῦτο γὰρ σημαίνειν ἔοικε τὸ, «Ἐγὼ δὲ λέγω ὑμῖν.» Πῶς οὖν ἔσται γενητὸς ἢ κτιστὸς, ὁ νομοθετῶν ὡς φύσει Θεὸς, διά τε τοῦτο πρόσφατος εἶναι μὴ δυνάμενος; ΑΛΛΟ. «Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐ-