Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.521
Not analysed yet
πων τὴν ἐξουσίαν (ἀξιοῦσι γὰρ λαβεῖν, ὡς οὐκ ἔχοντας δηλαδὴ), ποῖον ἔχει λόγον ἑτεροφυῆ καὶ ποιητὸν ὑπολαμβάνειν τὸν ἐκ Θεοῦ πεφυκότα Θεὸν Λόγον, καὶ πάντα ἔχοντα φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; ΑΛΛΟ. «Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Ὅρα μοι πάλιν ἐνθάδε θεϊκὴν τοῦ Υἱοῦ τὴν ἐξουσίαν, καὶ οὐ γενητῇ πρέπουσαν φύσει. Τὸ μὲν γὰρ δύνασθαι δρᾷν τι τῶν ὅσα δικαίως θαυμάζεται, καὶ τοῖς ἁγίοις προσῆν οὐ φυσικῶς, ἀλλ' ἐκ μετοχῆς τοῦ ἁγίου Πνεύματος καὶ παρὰ Θεοῦ. Τὸ δὲ καὶ ἑτέροις διδόναι τὴν ἐπὶ τούτοις χάριν, παντελῶς τῆς ἐκείνων δυνάμεώς τε καὶ ἐξουσίας ἀλλότριον. Πῶς γὰρ ἂν δύναιτο γενητὴ δεσπόζειν φύσις τῶν τοῦ Πνεύματος χαρισμάτων; Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἅτε Θεός τε ὑπάρχων φύσει καὶ Υἱὸς, θεραπεύει μὲν ἐξουσιαστικῶς, οὐκ εὐχῆς ἔργον ἐπιδεικνύων, καθάπερ ἐκεῖνοι, ἀλλ' οἰκείας καὶ οὐσιώδους ἐνεργείας ἀποτελέσματα. Χορηγεῖ δὲ ὁμοίως οἷσπερ ἂν βούλοιτο τὴν ἐπὶ τούτῳ χάριν, οὐκ ἀλλοτρίαν ἐπ' αὐτοὺς δύναμιν καλῶν, ἀλλ' οἴκοθεν ἐντιθείς· ὥσπερ ἂν εἰ καὶ τὸ πῦρ τοῖς αὐτῷ πλησιάζουσιν, ἐμβάλλοι τῆς ἑαυτοῦ φύσεως τὴν ἐνέργειαν. Πῶς οὖν ὁ μετόχους τῆς θείας οὐσίας ἀποτελῶν τοὺς ἐν οἷς ἂν γένοιτο τῇ δυνάμει τοῦ Πνεύματος, γενητός τε εἴη καὶ πεποιημένος, καὶ οὐχὶ μᾶλλον φύσει Θεός; ΑΛΛΟ. «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὐ δυναμένης τῆς τῶν γενητῶν διανοίας περιδράττεσθαι τρόπον τινὰ τῆς θείας οὐσίας, διὰ τὸ πάντα ὑπερκεῖσθαι νοῦν, καὶ πάσης διανοίας ἐξάλλεσθαι τὸ ὑπερφυὲς αὐτῆς καὶ ἀκήρατον κάλλος, ὑπὸ μόνης ἑαυτῆς ὅπερ ἐστὶ κατὰ φύσιν γινώσκεται. Οὐκοῦν ἀφ' ὧν ἐστιν ὁ Πατὴρ, οἶδε τὸν ἴδιον Υἱὸν, καὶ πάλιν ἀφ' ὧν ἐστιν ὁ Υἱὸς, οἶδε τὸν ἑαυτοῦ Πατέρα. Καὶ οὕτω γὰρ καὶ ἂν ἀληθεύοι λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Οὐδεμιᾶς τοιγαροῦν ἐξαλλαγῆς μεταξὺ κειμένης, ὅσον εἰς θεότητος φύσιν, πῶς ἂν εἴη γενητὸς ὁ Υἱὸς, οὐκ ὄντος τοῦτο τοῦ Πατρὸς, οὗ καὶ ἐστὶν εἰκὼν καὶ χαρακτὴρ ἀπαράλλακτος; ΑΛΛΟ. «Δεῦτε πρός με, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Εἰ πᾶσα τῶν γενητῶν ἡ φύσις ὑπὸ τὸν θεῖόν ἐστι ζυγὸν, καὶ μόνῳ δουλεύει τῷ κτίσαντι, κλίνασα τὸν αὐχένα, κατὰ τὸν λέγοντα πρὸς Θεὸν, «Ὅτι τὰ σύμπαντα δοῦλά σου·» ὑπάγει δὲ ἡμᾶς ὁ Σωτὴρ καὶ ὑποτίθησι τῷ οἰκείῳ ζυγῷ· Δεσπότης ἄρα