Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.520
Not analysed yet
μᾶλλον αὐτὸς ὢν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ Πατρός. ΑΛΛΟ. «Τότε ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες· Ποδαπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;» Εἰς ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ μεγαλειότητος, φησί που Θεὸς δι' ἑνὸς τῶν προφητῶν πρὸς τοὺς ἀναίδην ἐξαμαρτάνοντας· «Μὴ ἐμὲ οὐ φοβεῖσθε; λέγει Κύριος. Ἦ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Καὶ πάλιν αὐτὸ δὴ τοῦτο σημαίνων ἐν Ἰὼβ περὶ τῆς θαλάσσης φησίν· «Ἐθέμην δὲ αὐτῇ ὅρια ἐπιθεὶς κλεῖθρα καὶ πύλας· εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ὁ δέ γε μακάριος Ψαλμῳδὸς τὴν πνευματικὴν ἀνακρουόμενος λύραν εἰς δοξολογίας* φησὶ πρὸς Θεόν· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.» Ὅτε τοίνυν τὴν θείαν χαρακτηρίζει φύσιν, καὶ τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, καὶ νόμους ἐπιθεῖναι τοῖς ὕδασιν, ἄγειν τε ὑπὸ τὸν τῆς δεσποτείας ζυγὸν τῶν ἐν κόσμῳ στοιχείων τὰ καιριώτατα, τοῦτο δὲ ποιῶν μετὰ πολλῆς τινος τῆς ἐξουσίας ὁ Υἱὸς φαίνεται, κατὰ τίνα τρόπον οὐκ ἔσται φύσει Θεός; Πῶς δ' ἂν εἴη γενητὸς ὁ καὶ μάλα ῥᾳδίως ἐξανύειν δυνάμενος ὅσα μόνῳ πρέπει τῷ Θεῷ καὶ Πατρί; Εἰ μὲν γὰρ οὐδὲν ὅλως εἶναί φαμεν τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, κλεῖθρά τε αὐτῇ καὶ πύλας ἐπιτιθέναι, τί μάτην ἐπικομπάζει τούτοις, ὡς πολὺ τὸ ἀξιόπιστον ἔχουσιν, ὁ Θεὸς καὶ Πατήρ; Εἰ δὲ μόνης τῆς θεοπρεποῦς δυνάμεώς τε καὶ δόξης ἐξήρτηται τὸ δύνασθαι ταῦτα ποιεῖν, οὐδεὶς ἐπιτρέψει λόγος τῇ τῶν γενητῶν οὐσίᾳ χαρίζεσθαι τὰ μόνῃ τῇ θείᾳ φύσει χρεωστούμενα. Οὐκοῦν οὐκ ἂν εἴη γενητὸς ὁ Υἱὸς ὁ τῶν τῆς θεότητος ὅρων εἴσω βεβηκὼς διὰ τοῦ ταῦτα δύνασθαι φυσικῶς ἐνεργεῖν, ἅπερ ἐκείνης ἴδιά τε καὶ ἐξαίρετα φαίνεται. ΑΛΛΟ. «Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους, καὶ ἰδοὺ ὥρμησεν ἡ ἀγέλη πᾶσα κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.» Ἔτι καὶ τοῦτό ἐστι τῆς θείας οὐσίας τὸ ἐξαίρετον, τὸ δύνασθαι πάντα συνέχειν δηλαδὴ, καὶ μέχρι τῶν εὐτελεστάτων τῆς ἐφ' ἑκάστῳ προνοίας λόγους ἐξαπλοῦν. Καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Εἰ τοίνυν μέγα καὶ τοῦτο καὶ θεοπρεπὲς ἐν τῷ Πατρὶ τὸ ἀξίωμα, φέρει δὲ τοῦτο καὶ ὁ Υἱὸς, τοῖς πονηροῖς δαιμονίοις οὐδὲ χοίρων ἔχειν ἐπιτρέ-