Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.525
Not analysed yet
γεννήσαντος οὐσίας ἐπαγόμενον, ἀληθῶς εἶναι υἱόν. Πῶς δὲ, εἴπερ ἐσφάλ[λ]οντο τοῦτο λέγοντες οἱ μαθηταὶ, σεσιώπηκε ὁ Σωτὴρ, καίτοι σφαλλομένους οὐ δυσωπούμενος; Καὶ γοῦν τῷ Πέτρῳ φησὶ οὐκ ὀρθῶς ἀποκριναμένῳ· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ἐπειδὴ σεσιώπηκε, ἀληθῶς Υἱὸς εἶναι Θεοῦ λεγόμενος, δι' ὧν ὡς σφαλέντας οὐκ ἤλεγξεν, δῆλός ἐστιν ὡς ὀρθῶς λέγοντας ἀποδεχόμενος. Υἱὸν οὖν αὐτὸν καὶ ἀληθῶς εἶναι φασκόντων τῶν ἁγίων ἀποστόλων, καὶ αὐτοῦ δὲ τούτῳ συνεπινεύοντος τοῦ Χριστοῦ, τίς τῶν ἕτερα θρυλλούντων ἀνέξεται; ΑΛΛΟ, ὡς ἐκ τοῦ αὐτοῦ. Καὶ πῶς οὐ πάσης ἔξω κείσονται φρενὸς ἀγαθῆς οἱ τολμῶντες ποίημα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ; Εἰ γὰρ ἀληθῶς Υἱός ἐστι, πῶς ἂν εἴη γενητὸς, ὁ ἐκ τῆς πατρῴας προελθὼν οὐσίας; Τοῦτο γὰρ σημαίνει τὸ τῆς υἱότητος ὄνομα, φυσικῶς κατά τινος τεταγμένον. Ἕτερον δὲ τὸ σχῆμα τῶν κατὰ θέσιν υἱῶν. Ἐπειδὴ οὐκ ἐν τούτῳ Χριστὸς, ἀληθῶς ἄρα Υἱός ἐστιν, ὡς διὰ τοῦτο τοῖς κατὰ θέσιν ἡμῖν ἀντιδιαστέλλεσθαι· οὐκ ἂν γὰρ εἴη τὸ κατὰ θέσιν καὶ ὁμοίωσιν, μὴ προϋποκειμένου πρότερον τοῦ ἀληθοῦς, πρὸς ὃ καὶ μορφοῦται τὸ εἰς ὁμοίωσιν αὐτοῦ διά τινος τέχνης καὶ χάριτος καλούμενον. ΑΛΛΟ. «Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐκ τῶν προκειμένων ἔξεστιν ὁρᾷν, καὶ αὐτῆς δὲ μάλιστα τῆς τοῦ Κυρίου φωνῆς, ὡς ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ, καὶ οὐκ ἀνθρωποδίδακτος ἦν, Υἱὸν ὁμολογῶν τὸν τοῦ Θεοῦ Λόγον. Καίτοι μετὰ σαρκὸς ὁρῶν ἐπὶ γῆς ἀνθρώποις συνδιαιτώμενον, καὶ τό γε παραδοξώτερον, Υἱὸν ὁμολογῶν, οὐκ ἐν τοῖς κατὰ χάριν εἰς τοῦτο τεθειμένοις ὁρίζεται. Οὐ γὰρ εἶπεν· Εἷς ὑπάρχει τῶν υἱῶν τοῦ Θεοῦ· ἀλλ' ἕνα καὶ μονοειδῶς, ὡς δὴ καὶ κυρίως κατὰ φύσιν ἐστὶν Υἱὸς τῆς τοῦ Πατρὸς οὐσίας ἐξαστραφεὶς, αὐτὸν εἶναί φησι τὸν Χριστόν. Μακαρίζεται δὲ ὡς ἀληθεύων, καὶ τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν θεόθεν ἐκδιδαγμένος. Πῶς οὖν ποίημα ἢ κτίσμα τολμῶσι λέγειν ὃν οἶδεν Υἱὸν ὁ Πατὴρ, καὶ οὗτος αὐτὸν τοῖς ἀξίοις ἀποκαλύπτει; ΑΛΛΟ. «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»