Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.528
Not analysed yet
Εἰ ἀληθεύει λέγων ὁ Θεὸς καὶ Πατήρ· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·» πῶς αὐτὴν δίδωσι τῷ Υἱῷ, εἴπερ ὄντως διὰ τὸ εἶναι γενητὸς, ἑτεροφυής τέ ἐστι καὶ τῆς πρὸς αὐτὸν φυσικῆς κοινωνίας διωρισμένος, Ἀλλὰ μὴν καὶ ἀληθεύειν ἀνάγκη συνομολογεῖν τὸν Πατέρα. Καὶ δέδωκε τὴν ἑαυτοῦ δόξαν τῷ Υἱῷ, οὐκ ἔξω τῆς μιᾶς θεότητος ταύτην τιθείς. Οὕτω γὰρ ἀληθεύσει· φύσεως ἄρα κοινωνὸν, καὶ τῆς αὐτῆς οὐσίας οἶδεν ὄντα τὸν Υἱόν. Οὕτω γὰρ εἰς μίαν θεότητα σύμπαν ὁρᾷ διὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀποπληρωμένην. Πῶς οὖν ποίημα ἢ κτίσμα ὁ Υἱὸς ὁ τῷ Πατρὶ κατ' οὐσίαν ὁ αὐτὸς ὡς Υἱὸς ἐκ Πατρὸς ἀληθινός; ΑΛΛΟ. «Καὶ ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασε αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Εἰ μὴ πολύ τι τὸ μεταξὺ φαίνεται ποιήματος καὶ Υἱοῦ, ταυτὸν δὲ εἶναι δοκεῖ παρά τισιν, πᾶν ὅπερ ἐστὶ ποίημα, τοῦτο πάντως ἔσται καὶ Υἱός. Καὶ εἴ τί ἐστιν Υἱὸς, τοῦτο καὶ ποίημα. Εἰ δὲ τίκτομεν μὲν ἐξ αὐτῶν τὰ γεννώμενα, ποιοῦμεν δέ τι τῶν ἔξωθεν, ἀλλοτρίαν τῆς ἑαυτῶν φύσεως ὕλην λαμβάνοντες, πῶς οὐ πολὺ τὸ διάφορον Υἱοῦ καὶ ποιήματος; Ὅπερ οὖν ἐστιν ἐφ' ἡμῶν ἀληθὲς, σωζέσθω τοῦτο καὶ ἐπὶ Θεοῦ. Εἶτα πῶς ἐνδέχεται τὸν ὄντως Υἱὸν ποιητὸν ἢ κτιστὸν ὑπολαμβάνειν, καὶ ταῦτα τοῦ Θεοῦ καὶ Πατρὸς ἄνωθεν ἐπιβοῶντος· «Οὗτός ἐστιν ὁ Υἱός μου;» Οὐχ εἷς τῶν υἱῶν, ἀλλ' ὁ κυρίως καὶ κατὰ φύσιν Υἱὸς, οὗ κατὰ μίμησιν οἱ κατὰ θέσιν υἱοὶ, διὰ τὸ δύνασθαι βοᾷν ἐν τῷ Πνεύματι τοῦ Υἱοῦ· «Ἀββᾶ, ὁ Πατήρ.» ΑΛΛΟ. «Διδάσκαλε, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Τὸ κυρίως ἀγαθὸν, οὐ κατὰ μετοχὴν τὴν ἐξ ἑτέρου τοῦτό ἐστιν, ἀλλ' ἐν τῇ οἰκείᾳ φύσει κειμένην ἔχει τὴν ἀρετὴν, καὶ ὥσπερ ἐξ ἑαυτοῦ πηγάζουσαν· μᾶλλον δὲ αὐτὸ δὴ τοῦτο κατὰ φύσιν ὑπάρχει ὅπερ εἶναί φαμεν τὸ ἀγαθόν. Ὄντος οὖν ἐν ἰδίᾳ μὲν ὑπάρξει τοῦ Πατρὸς, ὄντος δὲ πάλιν ἐν ἰδίᾳ ὑπάρξει τοῦ Υἱοῦ, τίνι καὶ μόνῳ τὸ ἀγαθὸν περιθήσομεν; Ἢ ποῖον ὄντως ἔσται τὸ ἀγαθόν; Ἀλλ' ἴσως φήσειεν ἄν τις πρέπειν αὐτὸ τῷ Πατρί. Καλῶς ἐχέτω καὶ τῇδε· συνθησόμεθα γὰρ, ὡς ἔτι γυμνάζοντες τὸ θεώρημα. Εἶτα τίς ἀποτολμήσει λέγειν οὐκ εἶναι φύσει τὸν Υἱὸν ἀγαθὸν, ὅταν ἀκούσῃ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Εἰ γὰρ μὴ ἀγαθὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς ἡμῖν ἐν ἑαυτῷ δεικνύει τὸν κατὰ φύσιν ἀγαθὸν ὄντα Πατέρα; Ἀλλ' ἔστιν εἰκὼν καὶ κατὰ τοῦτο τοῦ Πατρός. Ἀγαθὸς ἄρα καὶ αὐτὸς, ὥσπερ οὖν καὶ ὁ Πατήρ. Πῶς οὖν εἷς ἐστιν ἀγαθὸς κατὰ τὴν αὐτοῦ φωνήν; Δῆλον ὅτι τῆς ἁγίας Τριάδος διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰς μίαν θεότητα δι' ἑαυτῆς ἀναπλεκομένης, ὡς εἶναι