Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.53
Not analysed yet
ΑΛΛΟ. Εἰ, καθάπερ λέγειν τολμῶσιν Ἀρειανοὶ, ὄργανον ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν κατεσκεύασε, χρησιμεῦσαι δυνάμενον εἰς τὴν τῶν ὄντων δημιουργίαν, διά τε ταύτην τὴν αἰτίαν ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρήγαγε, λεγέτωσαν ἡμῖν εἰ ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζε; Τί οὖν ἄρα ἔσται μεῖζον; τὸ ἐν χρείᾳ τινὸς καθεστηκὸς, ἢ τὸ τὴν χρείαν ἀναπληρῶσαι δυνάμενον; Ἀλλὰ πρόδηλον ὅτι τὸ ἐνδεὲς ἐν ἑκάστῳ δι' ἀμφοτέρων πληροῦται, καὶ ἑκάτερον ἀτελές ἐστι καθ' ἑαυτό. Εἰ δὲ ἐν χρείᾳ γέγονεν ὁ ἀΐδιος Πατὴρ τοῦ μικρὸν ὕστερον ἐπιγεγονότος Υἱοῦ, κατ' ἐκείνους, πλήρωμα τῆς ἀϊδιότητος τοῦ Πατρὸς ἡ γενητὴ τοῦ Υἱοῦ γέγονε φύσις· καὶ λοιπὸν ἐμίχθη τὰ ἄμικτα. Εἰ δὲ τοῦτο λέγειν ἢ φρονεῖν ἀσεβὲς, οὐκ ἐπιγέγονεν ἄρα τῷ Πατρὶ ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐποίησεν, οὐδὲ ὡς ὄργανον κατεσκευάσθη πρὸς τοῦτο· ἀλλ' ἦν αὐτῷ συναΐδιος, δύναμις αὐτοῦ καὶ σοφία ὑπάρχων. Πρὸς τοὺς ἐρωτῶντας· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; καὶ λέγοντας· Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν πρὶν γεννήσῃ. Οἱ γυναῖκας ἐρωτῶντες· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ἀπό τε τῆς καθ' ἡμῶν συνηθείας τὰ θειότερα δοκιμάζοντες, ἐρωτάτωσαν ὁμοίως πατέρας ἢ μητέρας· Ἂν τέκῃς υἱὸν, ὅμοιος ἄρα σοὶ κατὰ φύσιν γενήσεται; ἢ τῆς αὐτῆς σοὶ καὶ αὐτὸς οὐσίας μεθέξει; ἣ ἑτεροούσιος ἔσται καὶ ἀπεξενωμένος; Μανθάνοντες δὲ τὸ ἀληθὲς, οὕτω φρονείτωσαν καὶ περὶ Θεοῦ. Καὶ μὴ τὸν χρόνον μὲν εἰς τὴν ἑαυτῶν δυσσέβειαν ὡς χρήσιμον ἁρπαζέτωσαν· τὸ δὲ ἐκ τῆς κατὰ φύσιν διαδοχῆς γνήσιον παροράτωσαν. Καὶ πάλιν ὅταν μάθωσι παρὰ τῶν ἐρωτωμένων γονέων, ὅτι δὴ τὰ ἐξ αὐτῶν ἐσόμενα τέκνα πάντως ἔσται τοῖς τοκεῦσι παραπλήσια, καὶ κατ' οὐδὲν αὐτῶν διαλλάττοντα, κατά γε τὸν τῆς οὐσίας λόγον, διακείσθωσαν οὕτω καὶ περὶ τοῦ Θεοῦ Λόγου. Καὶ λοιπὸν ὁμολογοῦντες ἐκ τῆς οὐσίας αὐτὸν γεγεννῆσθαι τοῦ Πατρὸς, περὶ μόνου τοῦ χρόνου ζητείτωσαν, καὶ λεγέτωσαν ἡμῖν τί τὸ κωλύον ἀεὶ Πατέρα εἶναι τὸν Θεὸν, εἰ μή τις αὐτὸν ταῖς τῆς ἀνθρωπότητος ἀνάγκαις καὶ τοῖς τῆς φύσεως ἡμῶν ὄροις ὑποκεῖσθαι λέγοι· ὅπερ ἐστὶν ἀσεβέστατον. Περὶ τοῦ χρόνου τοίνυν σκεπτόμενοι, μὴ τὰ ἀνθρώπων ἴδια πολυπραγμονείτωσαν· πολὺ γὰρ ταῦτα τῆς θείας ἀπῴκισται φύσεως. Ἀλλ' ἐρωτάτωσαν, εἰ βούλονται, τὸν ἥλιον, εἰ τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς ἦν ἀεὶ σὺν αὐτῷ. Μανθανέτωσαν καὶ παρὰ τοῦ πυρὸς, εἰ προσῆν αὐτῷ τὸ θερμαίνειν ἀεί. Εἰ δὲ ἐπὶ τούτων σύνδρομά τε καὶ ἀεὶ συνόντα τὰ ἐξ αὐτῶν φαίνεται, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀϊδίου Θεοῦ; Εἰ τοίνυν κατὰ φύσιν ἐκ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ τὸ ἀναγκάζον οὐδὲν ἐν χρόνῳ τίκτειν τὸν Θεὸν, ἦν ἄρα τῷ Πατρὶ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, δι' οὗ τοῖς μὴ οὖσι γέγονεν ἡ εἰς τὸ εἶναι πάροδος. ΑΛΛΟ. Εἰδέναι χρὴ τοὺς νοεῖν ἐθέλοντας καλῶς, ὅτι οὔτε μεριστῶς ἢ ῥευστῶς ἐγέννησε Θεὸς, ἵνα τι καὶ πάθος περὶ αὐτὸν γενέσθαι νομίσωμεν· τὸ μὲν γὰρ τέμνε-