Ancient Greek · ~12 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.56.1
Not analysed yet
σθαι καὶ ῥεῖν τῆς σωματικῆς ἂν εἴη φύσεως ἴδιον· ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ θείας οὐσίας, οὐ πάθος, οὐ μερισμὸς τῶν τοιούτων οὐδὲν συμβήσεται. Οὐκ ἔσται τοίνυν ὥσπερ τι μέρος τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ. Διὰ μὲν τοῦ καλεῖσθαι Υἱὸς τὸ ἐξ αὐτοῦ, διὰ δὲ τοῦ καλεῖσθαι σοφία καὶ Λόγος, τὸ ἐν αὐτῷ γνωρίζων. Οὐκοῦν ἔσται τῷ τεκόντι συναΐδιος. Οὐ γὰρ ἄν τις εἴποι τῶν εὖ φρονεῖν εἰωθότων ἄλογόν τε καὶ ἄσοφον γεγενῆσθαί ποτε τὸν Πατέρα. ΑΛΛΟ. Εἰ ὁ ἀνθρώπινος νοῦς ἀμερίστως ἐξ ἑαυτοῦ τὸν προφορικὸν ἀπογεννᾷ λόγον, καὶ πάθος οὐδὲν περὶ αὐτὸν ἐκ τούτου γίνεται, ἀλλ' ἔστιν ἰδεῖν ἐν μὲν τῷ νῷ τὸν λόγον, ἐν δὲ τῷ λόγῳ τὸν νοῦν, καὶ ἑκάτερον αὐτῶν ἑκατέρῳ ζωγραφούμενον, καὶ οὐκ ἄν τις εἴποι σωφρονῶν ἄλογόν ποτε γεγενῆσθαι τὸν νοῦν· οὐκέτι γὰρ ἔσται νοῦς λόγον οὐκ ἔχων, λόγον δέ φαμεν οὐ πάντως τὸν διὰ γλώττης ἀποκτυπούμενον, ἀλλὰ καὶ τὸν ἐν τῷ νῷ νοηματικῶς κινούμενον· οὕτως οὐκ ἄν τις εἴποι μὴ εἶναι πάντως ἐν Θεῷ τὸν ἴδιον αὐτοῦ Λόγον, ὅλην ἐξ ὅλου τοῦ Πατρὸς ἔχοντα τὴν εἰκόνα, καὶ ἐν Πατρὶ θεωρούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ΑΛΛΟ. Εἰ βουλοίμεθα δοξάζειν ὀρθῶς, ἀνάγκη λέγειν ὡς οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ εἶναι Πατέρα, ἀλλ' ἦν ἀεὶ τοῦτο· ἢ γὰρ ἂν καὶ τρεπτῆς ὢν φαίνοιτο φύσεως ὕστερον γεγονὼς, ὅπερ οὐκ ἦν, κατὰ τὴν τῶν αἱρετικῶν μανίαν. Εἰ γὰρ καλόν τι φαίνεται τὸ εἶναι αὐτὸν Πατέρα, τοῦτο δὲ ἦν οὐκ ἀεὶ, ἦν ἄρα χρόνος ὅτε τὸ καλὸν οὐκ ἦν ἐν Θεῷ. Εἰ δὲ τοῦτο δύσφημον, ἦν ἄρα ἀεὶ Πατὴρ, Υἱοῦ δηλονότι συνυπάρχοντος· οὐ γὰρ ἂν εἴη Πατὴρ οὐκ ὄντος Υἱοῦ. Εἰ δέ τις ἀνθυποφέρει λέγων· Ἄρ' οὖν ἐπειδὴ κατὰ φύσιν ἐστὶ καὶ ποιητὴς ὁ Θεὸς, ἦν ἀεὶ τὰ ποιήματα· καὶ τοῦτο λέγειν ἡμᾶς ἀναγκαῖον, ἵνα μὴ ὕστερον ἐπιγεγονὸς τῷ Θεῷ φαίνηται τὸ εἶναι ποιητὴν, καὶ δόξειέ τις τροπὴ περὶ τὴν θείαν γίνεσθαι φύσιν· τοῦτο γὰρ ἐλέγομεν ἐπὶ τοῦ Υἱοῦ. Ἢ καὶ καθ' ἕτερον τρόπον· ἐπειδὴ καλὸν τὸ κτίζειν καὶ ποιεῖν, ἦν ἀεὶ τὰ ποιήματα, ἵνα μὴ φαίνηταί ποτε μὴ ὂν ἐν Θεῷ τὸ καλόν. Πρὸς ταῦτα χρὴ τοῦτον ὑπαντῆσαι τὸν τρόπον· Υἱὸς καὶ ποίημα, πολὺ τῆς πρὸς ἄλληλα κοινωνίας ἀπῴκισται, καὶ οὐδὲν ἐν αὐτοῖς τὸ ἴσον· ὁ μὲν γὰρ ἐκ τῆς οὐσίας προελθὼν, Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα. Ἔστω δὲ ὡς ἐπ' ἀνθρώπων ὁ λόγος· τὸ δὲ ἔξωθεν τῆς οὐσίας ἐστὶν, τότε πάντως ποιητὴν ἀποφαῖνον τὸν ἐργαζόμενον, ὅτε καὶ γίνεται· ἦν γὰρ ἐν αὐτῷ τοῦ ποιεῖν ἡ τέχνη, ἣν καὶ προεῖναι πάντως ἀνάγκη τῶν δι' αὐτῆς· πρότερον γάρ τις ἔσται τεχνίτης, εἶθ' οὔτω δημιουργός. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ τοῦ μὲν Υἱοῦ ἅμα τῇ τοῦ Πατρὸς προσηγορίᾳ συνεπινοουμένου, καὶ συνεισβαίνοντος· ἅμα τε γὰρ Πατὴρ, εὐθὺς καὶ ὁ Υἱὸς, ἅμα τε Υἱὸς, εὐθὺς καὶ Πατὴρ, καὶ οὐκ ἂν νοηθείη χωρὶς τοῦ ἑτέρου τὸ ἕτερον. Τοῦ δὲ ποιήματος καὶ μετὰ τὴν ὕπαρξιν τοῦ ποιητοῦ δυναμένου φαίνεσθαι (οὐ γὰρ ἐκ τῆς φύσεώς