Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.544
Not analysed yet
λεὺς τοῦ Ἰσραὴλ καταδέχεται, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος ᾗ Λόγος ἐστίν; Οὔτε γὰρ εἰς υἱότητα τὸ ποιηθὲν, οὔτε μὴν εἰς βασιλείαν τὴν κατὰ φύσιν κεκλήσεται. Δοῦλα γὰρ τοῦ πεποιηκότος τὰ σύμπαντα, καὶ τὸ ποιηθὲν ὅλως, οὐκ ἂν εἴη γεγεννημένον. ΑΛΛΟ. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Εἰ τὸ μέγα καὶ ὑπερφυὲς τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς Κύριος ἔχει περὶ τὸν κόσμον, ἐν τούτῳ διαγινώσκεται, ἐν τῷ εἶναι Υἱὸν τὸν ὑπὲρ αὐτοῦ καὶ δι' αὐτὸν σαρκὶ κινδυνεύσαντα, σμικρὸν ἄρα φαίνεται τὸ πρᾶγμα, καὶ τοῦ μηδενὸς ἄξιον, εἰ μὴ Υἱός ἐστιν, ἀλλὰ ποίημα τὸ δοθὲν ὑπὲρ αὐτοῦ. Εἴη δ' ἂν καὶ ἑτέρως τὸ τοῦ Μονογενοῦς ὄνομα πεπλασμένον τε καὶ οὐκ ἀληθές. Εἰ γάρ ἐστι τῶν ποιηθέντων ὁ Υἱὸς, πῶς ἂν νοοῖτο μονογενής; Ἐπειδὴ δὲ μεγάλη τε καὶ ἐξαίρετος ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, Υἱὸς ἄρα ἐστὶν ὁ ὑπὲρ τῆς τοῦ κόσμου δοθεὶς σωτηρίας. Ἐν τούτῳ γὰρ ὄντως ἐστὶ τοῦ πράγματος τὸ ἀξίωμα. Ἔστι δὲ καὶ μονογενής· οὐκ ἄρα τῶν ποιημάτων εἷς, ἀλλ' ὡς μόνος ἐκ Πατρὸς γεννηθείς. Τοῦτο γάρ τε καὶ πρᾶγμα. ΑΛΛΟ. «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος.» Τὸ μέγα τοῦ πάντων Δεσπότου πρόσωπον, ἡμῖν εἰσφέρων ὁ προφήτης Ἡσαΐας, φησίν· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων δίκαιος καὶ Σωτήρ.» Εἰ δὲ ταῦτα πάντα ἐστὶν ὁ Υἱὸς καὶ διασώζει τὸν κόσμον, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι λέγεται· αὐτὸς ἄρα ἐστὶν ὁ διὰ τοῦ προφήτου λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Εἶτα πῶς ἂν ὁ τοῦτο ὑπάρχων νοοῖτο καὶ γενητός; ΑΛΛΟ. Ἰωάννης φησὶν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἄρ' οὖν εἴποι τις ἂν, ὅτῳ δὴ τὸ νοεῖν ἄριστα περισπούδαστον, τήν τε αὔξησιν ἐνθάδε καὶ τὴν ἐλάττωσιν περὶ τὰς τῶν σωμάτων ἡλικίας σημαίνεσθαι· καὶ πῶς οὐκ ἂν φαίνοιτο ληρῶν εἴ γέ τοι τοιοῦτον ἐκλάβοι κατὰ διάνοιαν; Αὔξην μὲν γὰρ ἐπιδέχεται τυχὸν τῶν ἀνθρωπίνων σωμάτων ἡ φύσις· τὸ δὲ κάτω πίπτον καὶ τὸ ἅπαξ ἐξυφανθὲν παρὰ τῆς φύσεως μέτρον, ἀδύνατον ὑφιζάνειν αὐτομάτως καὶ ἀπλεονέκτως· πολλὰ γὰρ τὰ τοῖς ἡμετέροις σώμασιν ἐπισυμβαίνοντα πάθη. Οὐκοῦν ἀπίθανον κομιδῇ περὶ σωμάτων εἰρῆσθαι τὸ, «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἀξιόπιστον δέ τι καὶ τῆς Ἰωάννου διανοίας οὐ ξένον ἀκόλουθον ἐννοεῖν. Αὔξει τοιγαροῦν Χριστὸς ἀεὶ τὸν Ἰωάννην ἐλάττονα δεικνύς· οὐκ ἐν τῷ προφέρειν ὡς ἄνθρω-