Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.541
Not analysed yet
τυρήσῃ ἐν τῷ ἀνθρώπῳ· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Τὴν θείαν ὑπερθαυμάζων φύσιν ὁ Ψαλμῳδὸς, ὡσανεὶ μέγα τι καὶ ἀξιολογώτατον πλεονέκτημα, καὶ αὐτῇ μόνῃ κυρίως προσὸν, προΐσχεται λέγων ὡς πρὸς τὸν τῶν ὅλων Δεσπότην· «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.» Ἔστι δὲ, ὡς οἶμαι, δῆλον ὅτι περὶ ἀνθρώπων τὰ τοιαῦτά φησιν. Ὅτε τοίνυν μόνου τοῦ κατὰ τὴν ἀλήθειαν ὄντος Θεοῦ τὸ εἰδέναι ἐστὶ καρδίαν, καὶ πάντα συνιέναι τὰ ἐν ἀνθρώπῳ κρυπτά· συνίησι καὶ οἶδεν ὁ Υἱὸς, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Θεός; Εἰ δὲ τοῦτο, πῶς ἂν εἴη γενητός; ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ πρὸς Ναθαναὴλ εἰπόντος· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε·» πάλιν αὐτός φησιν, ὁ Ναθαναὴλ, ὡς Θεὸν ἀποθαυμάζων ἐξ ἑνὸς δὴ τούτου καὶ μόνου σημείου· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Εἴπερ οὖν, κατὰ τὴν ἐπ' αὐτῷ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν, ἀληθῶς Ἰσραηλίτης ὑπῆρχεν ὁ Ναθαναὴλ, ἐν ᾧ δόλος οὐκ ἦν, πῶς ἂν αὐτὸν ἐνδέχοιτο ψεύδεσθαι περὶ τοῦ Χριστοῦ λέγοντα, ὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ;» Εἰ γὰρ οἶδεν ὅλως τὸ ψεύδεσθαι, δόλον ἐπὶ γλώττης φορεῖ. Εἰ δὲ ἀληθὴς ἡ τοῦ Σωτῆρος φωνὴ, δόλον οὐκ εἶχε, ψεύδους καὶ ἀπάτης ἐλεύθερος ὤν. Οὐκοῦν ἀληθὴς, Υἱὸν ἀποκαλῶν τὸν τοῦ Θεοῦ Λόγον καὶ μετὰ σαρκὸς, καὶ τὸ τῷ κατὰ φύσιν Υἱῷ πρέπον ἀξίωμα συνάψας· βασιλέα γὰρ Ἰσραὴλ ὀνομάζει. Ὁ δὲ ὑπάρχων Υἱὸς καὶ βασιλεὺς διὰ τοῦτο, πῶς ἂν εἴη δοῦλός τε ὁμοῦ καὶ πεποιημένος; ΑΛΛΟ. Εὑρίσκεταί που Χριστὸς ἀπαιδεύτως ἐρωτᾷν ἐπιχειροῦσι τοῖς Φαρισαίοις εἰπών· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς·» ἦν γὰρ δὴ καὶ ὄντως διδασκάλῳ σοφῷ πρεπωδέστατον σπούδασμα, καὶ τοὺς οἵπερ ἦσαν ἐπερωτῶντες ἐπανορθοῦν, καὶ τοῖς οὐκ εἰδόσιν ἡγεῖσθαι τὰ κάλλιστα. Οὐκοῦν εἴπερ ὄντως τῆς ἀληθείας ὁ Ναθαναὴλ ἀπεσφάλ[λ]ετο, καὶ Υἱὸν τοῦ Θεοῦ καὶ βασιλέα τοῦ Ἰσραὴλ τὸν Χριστὸν ἀποκαλῶν, τί μὴ παραχρῆμα πρὸς τὴν εὐθεῖαν ἤγετο γνῶσιν, Ἐπλανήθης, ὦ οὗτος, ἀκούων; Ἔχει γὰρ οὐχ οὕτως, καθάπερ αὐτὸς ὑπετόπησας. Εἰ μὴ γὰρ οὐχ Υἱὸς τοῦ Θεοῦ, ποίημα δὲ μᾶλλον· καὶ βασιλεὺς μὲν οὐδαμῶς, δοῦλος δὲ ὡς πεποιημένος. Τοῦτο γὰρ ἦν οὔτως ὠφελῆσαι μάλιστα πρὸς τὰ καιριώτατα τὸν εἰς μαθητείαν ἄρτι κεκλημένον, καὶ πρὸς τοῦτο βαδίζοντα. Ἄλλως τε καὶ τὴν αὐτῷ πρέπουσαν ἐπιστήμην ὁ διδάσκαλος ἀλοιδόρητον ἂν διεσώσατο, πρῶτον αὐτῷ καὶ σωτήριον ὥσπερ μάθημα παραθεὶς, τῆς οὐκ ἀληθοῦς διαλήψεως τὴν ἀπαλλαγήν. Ἐπεὶ δὲ τοῦτο ποιεῖν εἰθισμένος ἐπὶ τῶν ἄλλων, ἐπὶ ταῖς τοῦ Ναθαναὴλ ὁμολογίαις μονονουχὶ καὶ ἐκπλήττεται, δῆλος ἂν εἴη δήπουθεν ὡς σοφῶς τε καὶ εὐπαιδεύτως νενηκότα τιμῶν. Εἰ δὲ τὸ εἶναι Υἱὸς Θεοῦ καὶ βασι-