Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.548
Not analysed yet
οὐδὲ πεποιημένος, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς, οὐσιωδῶς ἔχουσα τὸ εἶναι διὰ παντός. Ὅπερ ἐστὶ τῷ γενέσθαι πολεμιώτατον. Τὸ γὰρ ὅλως γεγονὸς ἀνάγκη λέγειν οὐκ εἶναι μὲν διὰ παντὸς, ἦχθαι δὲ χρόνῳ μᾶλλον εἰς γένεσιν. ΑΛΛΟ. «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν οἱ Ἰουδαῖοι ἀποκτεῖναι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι φαινόμενος ἄνθρωπος, μὴ μᾶλλον Πατέρα κοινὸν, ἀλλ' ἴδιον ἀποκαλεῖ τὸν Θεὸν, λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται.» Ἀπὸ δὲ τοῦ λέγειν αὐτὸν ἴδιον Πατέρα τὸν Θεὸν, πρὸς φυσικήν τινα καὶ ἀληθῆ θεωρίαν καλούμενοι, καὶ τὴν πρὸς Θεὸν ἁρπάζειν ἰσότητά φασιν αὐτὸν, ἐπείπερ τὸ ἔκ τινος φυσικῶς προελθὸν, ἴσον ἐστὶ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον τῷ ἐξ οὗπερ ἐστί. Ταύτας οὖν ἐχόντων τῶν Ἰουδαίων τὰς ὑπονοίας περὶ Χριστοῦ, τίς δὴ ὁ σφάλ[λ]εσθαι τῆς ὀρθότητος καὶ, τῆς ἀληθείας εἰπὼν τοὺς τῇδε διακειμένους, ὅτι Πατέρα ἴδιον τὸν Θεὸν, ἴσον ἑαυτὸν ἐποίει τῷ γεγεννηκότι; Ἀλλ' οὐδὲ αὐτὸς ὁ Σωτὴρ, καίτοι τῆς ἀληθείας προστάτης ὑπάρχων ἀεὶ, καὶ διὰ ταύτης τοὺς προσιόντας αὐτῷ χειραγωγῶν εἰς ἀπλανῆ καὶ καθαρωτάτην διάληψιν, τῆς τῶν Ἰουδαίων ὑπονοίας ἐπιλαμβάνεται. Ἐκ δὲ τῶν ἐναντίων φαίνεται καὶ ὅπερ ὑπετόπησαν βεβαιῶν διὰ τοῦ λέγειν ἐφεξῆς· «Ἃ γὰρ ἐὰν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἴδιον ἄρα Πατέρα τὸν Θεὸν ἐπίσταται, καὶ ἴσος ἐστὶν αὐτῷ, φυσικὴν ἔχων εἰς πάντα τὴν ὁμοίωσιν. Ὁ δὲ τοιοῦτος Υἱὸς, πῶς ἂν εἴη καὶ ποίημα; ΑΛΛΟ. «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Ποῖ ποτε ἄρα δραμεῖται καὶ νῦν τοῖς Χριστομάχοις ὁ λόγος; Ἢ τί καὶ πρὸς ταύτην ἐροῦσι τοῦ Υἱοῦ τὴν φωνήν; Πῶς ἀνίστησι τοὺς νεκροὺς ὁ Πατήρ; Ἆρα ζωῆς τῆς ἐξ ἑτέρου μετέχων, ἢ αὐτὸς ὑπάρχων ἡ ζωὴ κατὰ φύσιν; Ἀλλ', οἶμαι, πάντως αὐτὸν εἶναι δώσουσι τὴν ζωὴν, οὕτω τε δύνασθαι ζωογονεῖν τοὺς ἐν οἶς ἂν γένοιτο μεθεκτός. Οὐκοῦν ἐπειδήπερ οὕτω καὶ ὁ Υἱὸς ζωογονεῖ τοὺς νεκροὺς, ζωὴ πάντως ἐκ ζωῆς κατὰ φύσιν ἐστίν. Ὁ δὲ οὕτως ἔχων ἀπαραλλάκτως πρὸς τὸν Πατέρα, πῶς ἂν εἴη γενητὸς, εἴπερ οὐ τοῦτό ἐστιν ὁ Πατήρ; Ἀλλὰ μὴν οὐ τοῦτο. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν ὡς ζωή. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀεὶ ζῶν καὶ ὑπάρχων, ὡς ὁ Πατήρ. ΑΛΛΟ. «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ ὁμολογουμένως. Ὁ δὲ Υἱὸς κατὰ τὴν