Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.549
Not analysed yet
τῶν ἑτεροδοξούντων μανίαν, κτίσμα τε ὑπάρχων καὶ ποίημα, Θεὸς εἶναι κατὰ φύσιν οὐ δύναται. Πῶς οὖν, εἴποι τις ἂν, ἰσοστάθμῳ καὶ ἰσοῤῥόπῳ τιμῇ καὶ τὸν Θεὸν καὶ τὸ ποιηθὲν θεραπεύσομεν, καὶ οὐχ ἁμαρτήσομεν; Ἢ πῶς αὐτὸς ἡμᾶς ὁ Πατὴρ δρᾷν ἐπιτάττει, κελεύει δὲ ὥσπερ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καίτοι διὰ Μωσέως εἰπών· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις;» Ἀλλ' ἔστιν, ὡς φαίνεται, τῶν λίαν ἀτοπωτάτων τῇ κτίσει λατρεύειν ἡμᾶς ἐθέλειν οἴεσθαι τὸν Θεὸν καὶ Πατέρα. Ἐπιτάττει δὲ οὕτω τιμᾶσθαι τὸν Υἱὸν ὥσπερ οὖν καὶ ἑαυτόν. Οἶδεν ἄρα κατὰ φύσιν ὄντα Θεὸν, καὶ τῆς οὐσίας τῆς ἑαυτοῦ καρπὸν ἀληθῆ τε καὶ γνήσιον. Εἶτα πῶς ἂν λέγοιτο γενητὸς ὁ οὕτως ἔχων φύσεως Υἱὸς, εἰ τοῦ πεποιῆσθαι μακρὰν τὸν ἐξ οὗπέρ ἐστιν ὁμολογοῦμεν Πατέρα; ΑΛΛΟ. «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, οὐσιωδῶς ἄρα, καὶ οὐ μεθεκτῶς. Οὐσιώδης γὰρ ἡ ζωὴ ἐν Πατρὶ, μᾶλλον δὲ αὐτοζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατήρ. Μὴ γὰρ δὴ θορυβείτω τοὺς ἀκροωμένους ὁ Υἱὸς δεδόσθαι λέγων ἑαυτῷ παρὰ Πατρὸς τὴν ζωήν. Ὅμοιον γὰρ ὡς ἂν εἰ καὶ ἡ ἐκ τοῦ πυρὸς προϊοῦσα λέγοι θερμότης· Ὥσπερ τὸ πῦρ ἔχει τὸ θερμὸν ἐν ἑαυτῷ, οὕτω κἀμοὶ δέδωκεν ἔχειν ἐν ἐμαυτῇ. Καὶ οὐ δήπου κατὰ μετοχὴν τοῦ λαμβάνοντος, ἢ κατὰ ἀπομερισμόν τινα καὶ ἀποκοπὴν τὴν ὡς ἐκ τοῦ διδόντος ἐν τοῖς τοιούτοις ἡ λῆξις νοεῖται· ἀλλ' ὡς ἐξ ἑνότητος τῆς πρὸς τὸ ἐκπέμπον οὐσιώδους ἀποτελεῖται τοῦ πεμπομένου φορά. Ἔχων οὖν ὁ Υἱὸς οὕτω ἐν ἑαυτῷ τὴν ζωὴν ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, καὶ τοῦτο ὑπάρχων ἀπαραλλάκτως ὅπερ ἐκεῖνός ἐστι, πῶς ἃν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν; ΑΛΛΟ. «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθινὴ αὐτοῦ ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.» Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ καὶ ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐπειδὴ δὲ ἅπαξ φησὶν ὁ Σωτὴρ, οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν βούλεσθαι λαβεῖν, ἄλλον δὲ εἶναι τὸν ἀληθῆ μαρτυροῦντα περὶ αὐτοῦ, τίς ἄρα οὗτός ἐστιν, ὁ καὶ τῆς Ἰωάννου φωνῆς ἀξιολογώτερος; Ἦ δηλονότι πάντως πού φησι τὸν Πατέρα, τὸν Ἰωάννῃ λέγοντα· «Ἐφ' ὃν ἂν εἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτος ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·» ὅτε καὶ ἄνωθεν ἡ τοῦ Πατρὸς ἠνέχθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς Υἱὸν ἀποκαλοῦντος αὐτὸν, καὶ ἀληθῆ ποιουμένου τὴν