Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.556
Not analysed yet
νηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ Πατήρ. Ἀπεστάλθαι δὲ παρ' αὐτοῦ φησιν ὁ Υἱὸς, οὐ τόπον ἐκ τόπου μεταμείβων (σωμάτων γὰρ τοῦτό γε), ἀλλ' ὡς ἐκ πυρὸς ἡ αὐτοῦ θερμότης, ἢ καθάπερ ἐκ φωτὸς ὁ ἐξ αὐτοῦ φωτισμός. ΑΛΛΟ. «Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Εἰ πάντων μείζων ἐστὶν ὁ Πατὴρ, θεοπρεπῆ δηλονότι τὴν ὑπεροχὴν ἔχων ὡς πρὸς τὰ ποιήματα, καὶ ἔξω πάντων καὶ ἐπὶ πάντων ἐστίν. Ὁ δὲ οὕτως ἔχων φύσεώς τε καὶ ἀξιώματος, ἕν ἐστι πρὸς τὸν Υἱόν. Εἶτα πῶς ἔσται γενητὸς, ὁ τῷ ἀγενήτῳ Πατρὶ κατ' οὐσίαν ὁ αὐτός; Ἢ πῶς ἐν τοῖς πᾶσιν ὡς ποίημα λογισθήσεται, ὁ μείζων πάντων μετὰ Πατρὸς, μείζων δὲ ὡσεὶ Θεὸς πρὸς ποιήματα; ΑΛΛΟ. «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου. Διὰ ποῖον ἔργον αὐτῶν ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Τοῦ Σωτῆρος ἡμῶν διαλεγομένου καὶ φάσκοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι, μὴ νοοῦντες τίς ὁ ταῦτα λέγων ἐστὶ, μόνην δὲ εἰς τὴν σάρκα βλέποντες, εἶτα καταλεύειν αὐτὸν ἐβούλοντό τε καὶ ἐπεχείρουν, ἤδη βλασφημίας ἐγκλήματι περιβάλλοντες. Διὰ γὰρ τοῦ φάναι, φασὶν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Θεὸν σεαυτὸν κατὰ φύσιν ποιεῖς, τοῦτο μόνον νοοῦντες ὀρθῶς. Κρείττους οὖν ἄρα τῶν ἀνοσίων Ἀρειανῶν Ἰουδαῖοι, τὸν ὅλως εἰπεῖν θαῤῥήσαντα· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὥσπερ ἐξ ἀναγκαίου λόγου λοιπὸν πρὸς τὸ τῆς θεότητος ἀναβαίνειν ἀξίωμα διαβεβαιούμενοι. Πῶς γὰρ ἂν ἓν ὑπάρχοι πρὸς τὸν φύσει Θεὸν, ὁ μὴ τοῦτο ὑπάρχων; Ἐπειδὴ δὲ οὐ ψεύδεται, κατὰ φύσιν ἄρα καὶ αὐτὸς ὑπάρχων Θεὸς, ἕν ἐστι πρὸς τὸν Πατέρα. Ὁ δὲ τοιοῦτος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος; ΑΛΛΟ. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὂν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι;» Ὁρᾷς ὅπως ἑαυτὸν ἀντιδιαστέλλει σαφῶς τοῖς κατὰ θέσιν θεοῖς, ὡς αὐτὸς δηλονότι κατὰ φύσιν ὑπάρχων, ὅπερ ἐκείνοις ἐν χάριτος μέρει προστίθεται; Πῶς οὖν ἐνδέχεται τὸν οὐσιωδῶς ὄντα Θεὸν μὴ οὐχὶ καὶ πάντως τὸ εἶναι ποίημα διαφεύγειν, εἴπερ ἄνω τοῦ κτίζεσθαι θήσομεν τὴν θείαν τε καὶ ἀπερινόητον φύσιν; ΑΛΛΟ. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις