Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.553
Not analysed yet
γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως ζῇν τὸν ἐκ ζῶντος Πατρὸς, εἴπερ ἐστὶν ἀπαράλλακτος εἰκὼν τοῦ γεννήσαντος αὐτὸν ὁ Υἱός. Ὥσπερ οὖν ἐκ ζῶντός ἐστι Πατρὸς, ζῶν ἐστι καὶ αὐτὸς, οὕτω τῆς φυσικῆς ὁμοιότητος ἀνασώζων τὸν χαρακτῆρα πανταχοῦ, ἐπείπερ ἐστὶν ἐξ ἀγενήτου Πατρὸς, ἀγένητος ἔσται καὶ αὐτός. Καὶ ἐπείπερ ἐκ Θεοῦ τοῦ κατὰ ἀλήθειαν, ἀληθινὸς ἔσται Θεὸς, καὶ οὐ ποιητὸς ἢ κτιστὸς ἢ πρόσφατος. ΑΛΛΟ. «Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Ὅρα μοι πάλιν ἐντεῦθεν ἀκριβεστάτην ὄντα τοῦ Πατρὸς εἰκόνα τὸν Υἱόν. Εἰ γὰρ, εἴ τις αὐτὸν εἰδείη, γινώσκει πάντως καὶ τὸν Πατέρα, πῶς οὐ πρόδηλον ὡς ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ἐκεῖνος; οὐδεμιᾶς τοιγαροῦν μεσολαβούσης παραλλαγῆς, σωζομένης τε τῆς ὁμοιότητος ἀπαραλλάκτου, πῶς ἂν εἴη γενητὸς ὁ Υἱὸς, οὐκ ἔχοντος οὕτω τοῦ Πατρός; ΑΛΛΟ. Τὰ πρός τί πως ἔχοντα τῶν ὀνομάτων οὐ μόνα νοεῖται καὶ ἰδιαζόντως καθ' ἑαυτὰ, ὥσπερ οὖν καὶ τὰ λοιπὰ, ἀλλ' εἰσφέρει πάντως καὶ τοῦ ἑτέρου τὴν δήλωσιν, καὶ κατασημαίνει κἀκεῖνο πρὸς ὅπερ ἔχει τὴν σχέσιν. Οἷον, ἡμέραν εἰπών τις, οὐδὲ νυκτὸς ἀμνημονεῖ· δεξιὸν ὡσαύτως ὡς πρὸς ἀριστερόν· οὕτω καὶ υἱὸν ὡς πρὸς πατέρα. Οὐκοῦν οὐ ποίημα λέγων τὸν Υἱὸν, οὐκ εὐλόγως αὐτὸν ἀντιδιαστέλλει τῷ Πατρί. Ὁ δὲ Υἱὸν ὁμολογῶν, οἶδεν ὅτι καὶ Πατέρα ἔχει. Ποιήματος γὰρ ὁ ποιητὴς οὐκ ἂν νοοῖτο πατήρ· κτίστης γὰρ μᾶλλον καὶ δημιουργός. Ἐπεὶ οὖν εἰδέναι βουλόμεθα τὸν Θεὸν ὄντα Πατέρα, Υἱὸν κατὰ φύσιν ὁμολογῶμεν τὸν ἐξ αὐτοῦ, ἢ πάντη τε καὶ πάντως μετὰ τῶν ἀπαιδεύτων Ἰουδαίων ἀκουσόμεθα παρ' αὐτοῦ· «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» ΑΛΛΟ. «Ἀπεκρίθησαν, φησὶν, οἱ Ἰουδαῖοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.» Οἱ τὸν ἐκ Θεοῦ Πατρὸς πεφυκότα Υἱὸν οὐκ ἀγαπήσαντες, πῶς ἂν ἀληθεύσειαν λέγοντες ἠγαπηκέναι τὸν ἐξ οὗπέρ ἐστι; Καὶ οἱ τὸν καρπὸν ἀτιμάσαντες, ποίαν καὶ προσοίσουσι τῷ δένδρῳ τιμήν; Εἰ δὲ καρπός ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· τοῦτο γὰρ σημαίνει τὸ, «Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω,» πῶς ἂν εἴη γενητός; Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄῤῥητος φύσις ἔκφυλόν τι καὶ ἀλλογενὲς ὡς πρὸς ἑαυτὴν ἀποτέξεται, οὐδὲ τῆς γενητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου, καὶ βοῦς ἐκ βοός. Οὐκοῦν ἀνάγκη Θεὸν ἐκ Θεοῦ πεφυκέναι τὸν Υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαί-